The Plot to Kill Jesus
(Mt 26.1‑5Lk 22.1‑2Jn 11.45‑53)
1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν· 2 ἔλεγον γάρ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἔσται θόρυβος τοῦ λαοῦ.
The Anointing at Bethany
(Mt 26.6‑13Jn 12.1‑8)
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς. 4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. 6 ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί. 7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8 ὃ ἔσχεν ἐποίησεν· προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. 9 ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
Judas’ Agreement to Betray Jesus
(Mt 26.14‑16Lk 22.3‑6)
10 Καὶ Ἰούδας Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.
The Passover with the Disciples
(Mt 26.17‑25Lk 22.7‑14, Lk 21‑23Jn 13.21‑30)
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ 14 καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα. 17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ᾽ ἐμοῦ. 19 ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς, Μήτι ἐγώ; 20 ὁ δὲ εἶπεν αὐτοῖς, Εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρύβλιον. 21 ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
The Institution of the Lord’s Supper
(Mt 26.26‑30Lk 22.15‑201 Cor 11.23‑25)
22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν, Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν. 25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
Peter’s Denial Foretold
(Mt 26.31‑35Lk 22.31‑34Jn 13.36‑38)
27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται,
Πατάξω τὸν ποιμένα,
καὶ τὰ πρόβατα διασκορπισθήσονται.
28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ, Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ. 31 ὁ δὲ ἐκπερισσῶς ἐλάλει, Ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
The Prayer in Gethsemane
(Mt 26.36‑46Lk 22.39‑46)
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανὶ καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε ἕως προσεύξωμαι. 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ [τὸν] Ἰάκωβον καὶ [τὸν] Ἰωάννην μετ᾽ αὐτοῦ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν 34 καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα, 36 καὶ ἔλεγεν, Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40 καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. 41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.
The Betrayal and Arrest of Jesus
(Mt 26.47‑56Lk 22.47‑53Jn 18.3‑12)
43 Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ᾽ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν, κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει, Ῥαββί, καὶ κατεφίλησεν αὐτόν· 46 οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν. 47 εἷς δέ [τις] τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
The Young Man Who Fled
51 Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν· 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν.
Jesus before the Council
(Mt 26.57‑68Lk 22.54‑55, Lk 63‑71Jn 18.13‑14, Jn 19‑24)
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων, Οὐκ ἀποκρίνῃ οὐδὲν τί οὗτοί σου καταμαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι,
καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου
ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως
καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.
Peter’s Denial of Jesus
(Mt 26.69‑75Lk 22.56‑62Jn 18.15‑18, Jn 25‑27)
66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ. 68 ὁ δὲ ἠρνήσατο λέγων, Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον [καὶ ἀλέκτωρ ἐφώνησεν]. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ. 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ· καὶ ἐπιβαλὼν ἔκλαιεν.
1 Erat autem pascha et azyma post biduum
Et quaerebant summi sacerdotes et scribae
quomodo eum dolo tenerent et occiderent
2 dicebant enim non in die festo
ne forte tumultus fieret populi
3 Et cum esset Bethaniae in domo Simonis
leprosi et recumberet
venit mulier habens alabastrum unguenti nardi spicati pretiosi
et fracto alabastro effudit super caput eius
4 erant autem quidam indigne ferentes intra semet ipsos et
dicentes
ut quid perditio ista unguenti facta est
5 poterat enim unguentum istud veniri
plus quam trecentis denariis et dari pauperibus
et fremebant in eam
6 Iesus autem dixit sinite eam quid illi molesti estis
bonum opus operata est in me
7 semper enim pauperes habetis vobiscum
et cum volueritis potestis illis benefacere
me autem non semper habetis
8 Quod habuit haec fecit
praevenit unguere corpus meum in sepulturam
9 amen dico vobis
ubicumque praedicatum fuerit evangelium istud in universum mundum
et quod fecit haec narrabitur in memoriam eius
10 Et Iudas Scariotis unus de duodecim
abiit ad summos sacerdotes ut proderet eum illis
11 qui audientes gavisi sunt et promiserunt ei pecuniam se daturos
et quaerebat quomodo illum oportune traderet
12 et primo die azymorum quando pascha immolabant
dicunt ei discipuli quo vis eamus et paremus tibi
ut manduces pascha
13 et mittit duos ex discipulis suis et dicit eis
ite in civitatem et occurret vobis homo
laguenam aquae baiulans
sequimini eum
14 et quocumque introierit dicite domino domus
quia magister dicit
ubi est refectio mea ubi pascha cum discipulis meis manducem
15 et ipse vobis demonstrabit cenaculum grande stratum
et illic parate nobis
16 et abierunt discipuli eius et venerunt in civitatem
et invenerunt sicut dixerat illis
et praeparaverunt pascha
17 Vespere autem facto venit cum duodecim
18 et discumbentibus eis et manducantibus ait Iesus
amen dico vobis
quia unus ex vobis me tradet qui manducat mecum
19 At illi coeperunt contristari
et dicere ei singillatim numquid ego
20 Qui ait illis
unus ex duodecim qui intinguit mecum in
catino
21 et Filius quidem hominis vadit sicut scriptum est de eo
vae autem homini illi per quem Filius hominis traditur
Bonum ei si non esset natus homo
ille
22 Et manducantibus illis accepit Iesus panem
et benedicens fregit et dedit eis et ait
sumite hoc est corpus meum
23 Et accepto calice gratias agens dedit eis
et biberunt ex illo omnes
24 et ait illis hic est sanguis meus novi testamenti
qui pro multis effunditur
25 amen dico vobis
quod iam non bibam de genimine vitis
usque in diem illum cum illud bibam novum in regno Dei
26 Et hymno dicto exierunt in montem Olivarum
27 Et ait eis Iesus
omnes scandalizabimini in nocte ista
Quia scriptum est percutiam pastorem et dispergentur oves
28 sed posteaquam resurrexero
praecedam vos in Galilaeam
29 Petrus autem ait ei
et si omnes scandalizati fuerint sed non ego
30 et ait illi Iesus amen dico tibi quia tu hodie in nocte hac
priusquam bis gallus vocem dederit
ter me es negaturus
31 At ille amplius loquebatur
et si oportuerit me simul conmori tibi non te negabo
similiter autem et omnes dicebant
32 Et veniunt in praedium cui nomen Gethsemani
Et ait discipulis suis sedete hic donec orem
33 et adsumit Petrum et Iacobum et Iohannem secum
et coepit pavere et taedere
34 Et ait illis tristis est anima mea usque ad mortem
sustinete hic et vigilate
35 Et cum processisset paululum procidit super terram
et orabat ut si fieri posset transiret ab eo hora
36 et dixit
Abba Pater omnia possibilia tibi sunt
transfer calicem hunc a me
Sed non quod ego volo sed quod tu
37 Et venit et invenit eos dormientes et ait Petro
Simon dormis non potuisti una hora vigilare
38 vigilate et orate ut non intretis in temptationem
Spiritus quidem promptus caro vero infirma
39 Et iterum abiens oravit eundem sermonem dicens
40 et reversus denuo invenit eos dormientes
erant enim oculi illorum ingravati
et ignorabant quid responderent ei
41 Et venit tertio et ait illis
dormite iam et requiescite sufficit venit hora
ecce traditur Filius hominis in manus
peccatorum
42 surgite eamus ecce qui me tradit prope est
43 Et adhuc eo loquente
venit Iudas Scarioth unus ex duodecim
et cum illo turba cum gladiis et lignis
a summis sacerdotibus et a scribis et a
senioribus
44 Dederat autem traditor eius signum eis dicens
quemcumque osculatus fuero ipse est
tenete eum et ducite
45 et cum venisset statim accedens ad eum ait rabbi
et osculatus est eum
46 at illi manus iniecerunt in eum et tenuerunt eum
47 Unus autem quidam de circumstantibus
educens gladium percussit servum summi sacerdotis
et amputavit illi auriculam
48 Et respondens Iesus ait illis
tamquam ad latronem existis cum gladiis et lignis conprehendere me
49 cotidie eram apud vos in templo docens et non me tenuistis
Sed ut adimpleantur scripturae
50 tunc discipuli eius relinquentes eum omnes fugerunt
51 Adulescens autem quidam sequebatur illum
amictus sindone super nudo
et tenuerunt eum
52 at ille reiecta sindone nudus profugit ab eis
53 Et adduxerunt Iesum ad summum sacerdotem
et conveniunt omnes sacerdotes et scribae et seniores
54 Petrus autem a longe secutus est eum
usque intro in atrium summi sacerdotis
et sedebat cum ministris et calefaciebat se ad ignem
55 Summi vero sacerdotes et omne concilium
quaerebant adversum Iesum testimonium ut eum morti traderent
nec inveniebant
56 multi enim testimonium falsum dicebant adversus eum
et convenientia testimonia non erant
57 Et quidam surgentes falsum testimonium ferebant adversus eum dicentes
58 quoniam nos audivimus eum dicentem
ego dissolvam templum hoc manufactum
et per triduum aliud non manufactum aedificabo
59 et non erat conveniens testimonium illorum
60 et exsurgens summus sacerdos in medium
interrogavit Iesum dicens
non respondes quicquam ad ea quae tibi obiciuntur ab his
61 ille autem tacebat et nihil respondit
rursum summus sacerdos interrogabat eum et dicit
ei
tu es Christus Filius Benedicti
62 Iesus autem dixit illi ego sum
et videbitis Filium hominis a dextris sedentem Virtutis
et venientem cum nubibus caeli
63 Summus autem sacerdos scindens vestimenta sua ait
Quid adhuc desideramus testes
64 audistis blasphemiam quid vobis videtur
qui omnes condemnaverunt eum esse reum mortis
65 Et coeperunt quidam conspuere eum
et velare faciem eius et colaphis eum caedere et dicere ei prophetiza
et ministri alapis eum caedebant
66 Et cum esset Petrus in atrio deorsum
venit una ex ancillis summi sacerdotis
67 et cum vidisset Petrum calefacientem se aspiciens illum ait
et tu cum Iesu Nazareno eras
68 at ille negavit dicens neque scio neque novi quid dicas
Et exiit foras ante atrium et gallus cantavit
69 rursus autem cum vidisset illum ancilla
coepit dicere circumstantibus quia hic ex illis est
70 at ille iterum negavit
et post pusillum rursus qui adstabant dicebant Petro
vere ex illis es nam et Galilaeus es
71 ille autem coepit anathematizare et iurare
quia nescio hominem istum quem dicitis
72 et statim iterum gallus cantavit
Et recordatus est Petrus verbi quod dixerat ei Iesus
priusquam gallus cantet bis ter me negabis
et coepit flere