Dedication to Theophilus
1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, 2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, 3 ἔδοξεν κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, 4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
The Birth of John the Baptist Foretold
5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρὼν καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. 6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι. 7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ Ἐλισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. 8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ, 9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. 13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται. 15 ἔσται γὰρ μέγας ἐνώπιον [τοῦ] κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, 16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον. 18 Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· 20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν. 22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενεν κωφός. 23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα 25 ὅτι Οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.
The Birth of Jesus Foretold
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ 27 πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυὶδ καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν, Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. 29 ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. 31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. 36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα. 38 εἶπεν δὲ Μαριάμ, Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
Mary Visits Elizabeth
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ, 42 καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξὶν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
Mary’s Song of Praise
46 Καὶ εἶπεν Μαριάμ,
Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον,
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί,
49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός.
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς
τοῖς φοβουμένοις αὐτόν.
51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ,
διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων
καὶ ὕψωσεν ταπεινούς,
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν
καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
μνησθῆναι ἐλέους,
55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν,
τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
The Birth of John the Baptist
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν καὶ ἐγέννησεν υἱόν. 58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς καὶ συνέχαιρον αὐτῇ. 59 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. 61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. 62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό. 63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. 64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. 65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, 66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ.
The Prophecy of Zechariah
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων,
68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ,
ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ,
70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ,
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν
καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
τοῦ δοῦναι ἡμῖν 74 ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας
λατρεύειν αὐτῷ 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ
ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.
76 Καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ·
προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ
ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν,
ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις,
τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
1 Quoniam quidem multi conati sunt
ordinare narrationem quae in nobis conpletae sunt rerum
2 sicut tradiderunt nobis qui ab initio ipsi viderunt
et ministri fuerunt sermonis
3 visum est et mihi adsecuto a principio omnibus
diligenter ex ordine tibi scribere optime Theophile
4 ut cognoscas eorum verborum de quibus eruditus es veritatem
5 Fuit in diebus Herodis regis Iudaeae sacerdos quidam
nomine Zaccharias de vice Abia
et uxor illi de filiabus Aaron et nomen eius Elisabeth
6 erant autem iusti ambo ante Deum
incedentes in omnibus mandatis et iustificationibus Domini
sine querella
7 et non erat illis filius eo quod esset Elisabeth sterilis
et ambo processissent in diebus suis
8 factum est autem cum sacerdotio fungeretur
in ordine vicis suae ante Deum
9 secundum consuetudinem sacerdotii
sorte exiit ut incensum poneret ingressus in templum Domini
10 et omnis multitudo erat populi orans foris hora incensi
11 apparuit autem illi angelus Domini stans a dextris altaris incensi
12 et Zaccharias turbatus est videns et timor inruit super eum
13 ait autem ad illum angelus
ne timeas Zaccharia quoniam exaudita est deprecatio tua
et uxor tua Elisabeth pariet tibi filium
et vocabis nomen eius Iohannem
14 et erit gaudium tibi et exultatio
et multi in nativitate eius gaudebunt
15 erit enim magnus coram Domino
et vinum et sicera non bibet
et Spiritu Sancto replebitur adhuc ex utero matris suae
16 et multos filiorum Israhel convertet ad Dominum Deum ipsorum
17 et ipse praecedet ante illum in spiritu et virtute Heliae
ut convertat corda patrum in filios
et incredibiles ad prudentiam iustorum
parare Domino plebem perfectam
18 et dixit Zaccharias ad angelum unde hoc sciam
ego enim sum senex et uxor mea processit in diebus suis
19 et respondens angelus dixit ei
ego sum Gabrihel qui adsto ante Deum
et missus sum loqui ad te et haec tibi evangelizare
20 et ecce eris tacens et non poteris loqui usque in diem quo haec fiant
pro eo quod non credidisti verbis meis
quae implebuntur in tempore suo
21 et erat plebs expectans Zacchariam
et mirabantur quod tardaret ipse in templo
22 egressus autem non poterat loqui ad illos
et cognoverunt quod visionem vidisset in templo
et ipse erat innuens illis et permansit mutus
23 et factum est ut impleti sunt dies officii eius
abiit in domum suam
24 post hos autem dies concepit Elisabeth uxor eius
et occultabat se mensibus quinque dicens
25 quia sic mihi fecit Dominus
in diebus quibus respexit auferre obprobrium meum inter homines
26 in mense autem sexto missus est angelus Gabrihel a Deo
in civitatem Galilaeae cui nomen Nazareth
27 ad virginem desponsatam viro
cui nomen erat Ioseph de domo David
et nomen virginis Maria
28 et ingressus angelus ad eam dixit
have gratia plena Dominus tecum
benedicta tu in mulieribus
29 quae cum vidisset turbata est in sermone eius
et cogitabat qualis esset ista salutatio
30 et ait angelus ei
ne timeas Maria invenisti enim gratiam apud Deum
31 ecce concipies in utero et paries filium
et vocabis nomen eius Iesum
32 hic erit magnus et Filius Altissimi vocabitur
et dabit illi Dominus Deus sedem David patris eius
33 et regnabit in domo Iacob in aeternum
et regni eius non erit finis
34 dixit autem Maria ad angelum
quomodo fiet istud quoniam virum non cognosco
35 Et respondens angelus dixit ei
Spiritus Sanctus superveniet in te
et virtus Altissimi obumbrabit tibi
ideoque et quod nascetur sanctum vocabitur Filius Dei
36 Et ecce Elisabeth cognata tua
et ipsa concepit filium in senecta sua
et hic mensis est sextus illi quae vocatur sterilis
37 quia non erit inpossibile apud Deum omne verbum
38 dixit autem Maria
ecce ancilla Domini fiat mihi secundum verbum tuum
et discessit ab illa angelus
39 exsurgens autem Maria in diebus illis abiit in montana
cum festinatione in civitatem Iuda
40 et intravit in domum Zacchariae et salutavit Elisabeth
41 et factum est ut audivit salutationem Mariae Elisabeth
exultavit infans in utero eius
et repleta est Spiritu Sancto Elisabeth
42 et exclamavit voce magna et dixit
benedicta tu inter mulieres et benedictus fructus ventris tui
43 et unde hoc mihi ut veniat mater Domini mei ad me
44 ecce enim ut facta est vox salutationis tuae in auribus meis
exultavit in gaudio infans in utero meo
45 et beata quae credidit
quoniam perficientur ea quae dicta sunt ei a Domino
46 et ait Maria
Magnificat anima mea Dominum
47 et exultavit spiritus meus in Deo salutari meo
48 quia respexit humilitatem ancillae suae
ecce enim ex hoc beatam me dicent omnes generationes
49 quia fecit mihi magna qui potens est et sanctum nomen eius
50 et misericordia eius in progenies et progenies
timentibus eum
51 fecit potentiam in brachio suo
dispersit superbos mente cordis sui
52 deposuit potentes de sede et exaltavit humiles
53 esurientes implevit bonis et divites dimisit inanes
54 suscepit Israhel puerum suum
memorari misericordiae
55 sicut locutus est ad patres nostros
Abraham et semini eius in saecula
56 mansit autem Maria cum illa quasi mensibus tribus
et reversa est in domum suam
57 Elisabeth autem impletum est tempus pariendi et peperit filium
58 et audierunt vicini et cognati eius
quia magnificavit Dominus misericordiam suam cum illa
et congratulabantur ei
59 et factum est in die octavo venerunt circumcidere puerum
et vocabant eum nomine patris eius
Zacchariam
60 et respondens mater eius dixit
nequaquam sed vocabitur Iohannes
61 et dixerunt ad illam
quia nemo est in cognatione tua qui vocetur hoc nomine
62 innuebant autem patri eius quem vellet vocari eum
63 et postulans pugillarem scripsit dicens
Iohannes est nomen eius
et mirati sunt universi
64 apertum est autem ilico os eius et lingua eius
et loquebatur benedicens Deum
65 et factus est timor super omnes vicinos eorum
et super omnia montana Iudaeae divulgabantur omnia verba haec
66 et posuerunt omnes qui audierant in corde suo dicentes
quid putas puer iste erit
etenim manus Domini erat cum illo
67 et Zaccharias pater eius impletus est Spiritu Sancto
et prophetavit dicens
68 Benedictus Deus Israhel
quia visitavit et fecit redemptionem plebi suae
69 et erexit cornu salutis nobis in domo David pueri sui
70 sicut locutus est per os sanctorum
qui a saeculo sunt prophetarum eius
71 salutem ex inimicis nostris
et de manu omnium qui oderunt nos
72 ad faciendam misericordiam cum patribus nostris
et memorari testamenti sui sancti
73 iusiurandum quod iuravit ad Abraham patrem nostrum
74 daturum se nobis
ut sine timore de manu inimicorum nostrorum liberati
serviamus illi
75 in sanctitate et iustitia coram ipso
omnibus diebus nostris
76 et tu puer propheta Altissimi vocaberis
praeibis enim ante faciem Domini parare vias eius
77 ad dandam scientiam salutis plebi eius
in remissionem peccatorum eorum
78 per viscera misericordiae Dei nostri
in quibus visitavit nos oriens ex alto
79 inluminare his qui in tenebris et in umbra mortis sedent
ad dirigendos pedes nostros in viam pacis
80 puer autem crescebat et confortabatur spiritu
et erat in deserto usque in diem ostensionis suae ad
Israhel