The Mission of the Twelve
(Mt 10.5‑15Mk 6.7‑13)1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι [τοὺς ἀσθενεῖς], 3 καὶ εἶπεν πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε [ἀνὰ] δύο χιτῶνας ἔχειν. 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ᾽ αὐτούς. 6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Herod’s Anxiety
(Mt 14.1‑12Mk 6.14‑29)7 Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν, 8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 9 εἶπεν δὲ Ἡρῴδης, Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
The Feeding of the Five Thousand
(Mt 14.13‑21Mk 6.30‑44Jn 6.1‑14)10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά. 11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. 12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ, Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. 13 εἶπεν δὲ πρὸς αὐτούς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν, Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. 14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα. 15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας. 16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
Peter’s Declaration about Jesus
(Mt 16.13‑19Mk 8.27‑29)18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; 19 οἱ δὲ ἀποκριθέντες εἶπαν, Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20 εἶπεν δὲ αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν, Τὸν χριστὸν τοῦ θεοῦ.
Jesus Foretells His Death and Resurrection
(Mt 16.20‑28Mk 8.30–9.1)21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο 22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 23 Ἔλεγεν δὲ πρὸς πάντας, Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν καὶ ἀκολουθείτω μοι. 24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ οὗτος σώσει αὐτήν. 25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; 26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
The Transfiguration of Jesus
(Mt 17.1‑8Mk 9.2‑8)28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ [καὶ] παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. 29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, 31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ. 32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν, Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. 34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην. 35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε. 36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
The Healing of a Boy with an Unclean Spirit
(Mt 17.14‑18Mk 9.14‑27)37 Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. 38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων, Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν, 39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν· 40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. 41 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου. 42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.
Jesus Again Foretells His Death
(Mt 17.22‑23Mk 9.30‑32)Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ, 44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
Who is the Greatest?
(Mt 18.1‑5Mk 9.33‑37)46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47 ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ 48 καὶ εἶπεν αὐτοῖς, Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.
He Who is Not against You is for You
(Mk 9.38‑40)49 Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν, Ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν. 50 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς, Μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
A Samaritan Village Refuses to Receive Jesus
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ. 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν ὡς ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54 ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν, Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς; 55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς. 56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
The Would-be Followers of Jesus
(Mt 8.19‑22)57 Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν, Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59 Εἶπεν δὲ πρὸς ἕτερον, Ἀκολούθει μοι. ὁ δὲ εἶπεν, [Κύριε,] ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. 60 εἶπεν δὲ αὐτῷ, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. 61 Εἶπεν δὲ καὶ ἕτερος, Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. 62 εἶπεν δὲ [πρὸς αὐτὸν] ὁ Ἰησοῦς, Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ.
1 Convocatis autem duodecim apostolis
dedit illis virtutem et potestatem super omnia daemonia
et ut languores curarent
2 et misit illos praedicare regnum Dei et sanare infirmos
3 Et ait ad illos nihil tuleritis in via
neque virgam neque peram neque panem neque pecuniam
neque duas tunicas habeatis
4 et in quamcumque domum intraveritis ibi manete et inde ne exeatis
5 Et quicumque non receperint vos
exeuntes de civitate illa
etiam pulverem pedum vestrorum excutite
in testimonium supra illos
6 Egressi autem circumibant per castella
evangelizantes et curantes ubique
7 Audivit autem Herodes tetrarcha omnia quae fiebant ab eo
et haesitabat eo quod diceretur
8 a quibusdam
quia Iohannes surrexit a mortuis
a quibusdam vero quia Helias apparuit
ab aliis autem quia propheta unus de antiquis surrexit
9 et ait Herodes Iohannem ego decollavi
quis autem est iste de quo audio ego talia
et quaerebat videre eum
10 Et reversi apostoli narraverunt illi quaecumque fecerunt
Et adsumptis illis secessit seorsum in locum desertum
qui est Bethsaida
11 quod cum cognovissent turbae secutae sunt illum
et excepit illos et loquebatur illis de regno Dei
et eos qui cura indigebant sanabat
12 Dies autem coeperat declinare
et accedentes duodecim dixerunt illi dimitte turbas
ut euntes in castella villasque quae circa sunt devertant
et inveniant escas
quia hic in loco deserto sumus
13 ait autem ad illos vos date illis manducare
at illi dixerunt
non sunt nobis plus quam quinque panes et duo pisces
nisi forte nos eamus et emamus in omnem hanc turbam escas
14 erant autem fere viri quinque milia
ait autem ad discipulos suos
facite illos discumbere per convivia quinquagenos
15 et ita fecerunt et discumbere fecerunt omnes
16 acceptis autem quinque panibus et duobus piscibus
respexit in caelum et benedixit illis
et fregit et distribuit discipulis suis ut ponerent ante turbas
17 et manducaverunt omnes et saturati sunt
et sublatum est quod superfuit illis fragmentorum cofini duodecim
18 Et factum est cum solus esset orans erant cum illo et discipuli
et interrogavit illos dicens quem me dicunt esse turbae
19 at illi responderunt et dixerunt
Iohannem Baptistam alii autem Heliam
alii quia propheta unus de prioribus surrexit
20 dixit autem illis vos autem quem me esse dicitis
respondens Simon Petrus dixit Christum Dei
21 At ille increpans illos praecepit ne cui dicerent hoc
22 dicens quia oportet Filium hominis multa pati
et reprobari a senioribus et principibus sacerdotum et scribis
et occidi et tertia die resurgere
23 Dicebat autem ad omnes
si quis vult post me venire abneget se ipsum
et tollat crucem suam cotidie et sequatur me
24 qui enim voluerit animam suam salvam facere perdet illam
nam qui perdiderit animam suam propter me salvam faciet illam
25 quid enim proficit homo si lucretur universum mundum
se autem ipsum perdat et detrimentum sui faciat
26 Nam qui me erubuerit et meos sermones
hunc Filius hominis erubescet
cum venerit in maiestate sua et Patris et sanctorum angelorum
27 Dico autem vobis vere sunt aliqui hic stantes
qui non gustabunt mortem donec videant regnum Dei
28 factum est autem post haec verba fere dies octo
et adsumpsit Petrum et Iohannem et Iacobum
et ascendit in montem ut oraret
29 et factum est dum oraret species vultus eius altera
et vestitus eius albus refulgens
30 et ecce duo viri loquebantur cum illo
erant autem Moses et Helias
31 visi in maiestate
et dicebant excessum eius quem conpleturus erat in Hierusalem
32 Petrus vero et qui cum illo gravati erant
somno
et evigilantes viderunt maiestatem eius
et duos viros qui stabant cum illo
33 et factum est cum discederent ab illo
ait Petrus ad Iesum
praeceptor bonum est nos hic esse
et faciamus tria tabernacula
unum tibi et unum Mosi et unum Heliae
nesciens quid diceret
34 haec autem illo loquente facta est nubes et obumbravit eos
et timuerunt intrantibus illis in nubem
35 et vox facta est de nube dicens
hic est Filius meus electus ipsum audite
36 et dum fieret vox inventus est Iesus solus
et ipsi tacuerunt
et nemini dixerunt in illis diebus quicquam ex his quae viderant
37 Factum est autem in sequenti die descendentibus illis de monte
occurrit illi turba multa
38 et ecce vir de turba exclamavit dicens
magister obsecro te respice in filium meum quia unicus est mihi
39 et ecce spiritus adprehendit illum et subito clamat
et elidit et dissipat eum cum spuma
et vix discedit dilanians eum
40 et rogavi discipulos tuos ut eicerent illum et non potuerunt
41 respondens autem Iesus dixit
o generatio infidelis et perversa
usquequo ero apud vos et patiar vos
adduc huc filium tuum
42 et cum accederet elisit illum daemonium et dissipavit
43 et increpavit Iesus spiritum inmundum
et sanavit puerum et reddidit illum patri eius
44 Stupebant autem omnes in magnitudine Dei
Omnibusque mirantibus in omnibus quae faciebat
dixit ad discipulos suos
ponite vos in cordibus vestris sermones istos
Filius enim hominis futurum est ut tradatur in manus hominum
45 at illi ignorabant verbum istud
et erat velatum ante eos ut non sentirent illud
et timebant interrogare eum de hoc verbo
46 Intravit autem cogitatio in eos quis eorum maior esset
47 at Iesus videns cogitationes cordis illorum
adprehendens puerum statuit eum secus se
48 et ait illis
quicumque susceperit puerum istum in nomine meo me recipit
et quicumque me recipit
recipit eum qui me misit
nam qui minor est inter omnes vos hic maior est
49 Respondens autem Iohannes dixit
praeceptor vidimus quendam in nomine tuo eicientem daemonia
et prohibuimus eum quia non sequitur nobiscum
50 et ait ad illum Iesus nolite prohibere
qui enim non est adversum vos pro vobis est
51 Factum est autem
dum conplerentur dies adsumptionis eius
et ipse faciem suam firmavit ut iret Hierusalem
52 et misit nuntios ante conspectum suum
et euntes intraverunt in civitatem Samaritanorum ut pararent illi
53 et non receperunt eum
quia facies eius erat euntis Hierusalem
54 cum vidissent autem discipuli eius
Iacobus et Iohannes dixerunt Domine vis dicimus
ut ignis descendat de caelo et consumat illos
55 et conversus increpavit illos
56 et abierunt in aliud castellum
57 Factum est autem ambulantibus illis in via
dixit quidam ad illum sequar te quocumque ieris
58 et ait illi Iesus
vulpes foveas habent et volucres caeli nidos
Filius autem hominis non habet ubi caput reclinet
59 ait autem ad alterum sequere me
ille autem dixit
Domine permitte mihi primum ire sepelire patrem meum
60 dixitque ei Iesus
sine ut mortui sepeliant mortuos suos
tu autem vade adnuntia regnum Dei
61 Et ait alter sequar te Domine
sed primum permitte mihi renuntiare his qui domi sunt
62 ait ad illum Iesus
nemo mittens manum suam in aratrum et aspiciens retro
aptus est regno Dei