Mbë të parinë kankatuer. Psallm’ e Davidit, shërbëtorit Zotit.
1 Pa-udhënia e të pa-besit thotë ndë zemërë t’eme: S’ashtë frikë Perëndie përpara syvet ati.
2 Sepse gënjen vetëvetëhenë ndër sy të vet, se do të gjindetë pa-udhënia e ati, qi të mirretë mëni.
3 Fjalët’ e gojës ati janë pa-udhëni e gënjeshtrë, nukë desh me kupëtuem, qi të punojë të mirënë.
4 Mendon pa-udhëni mbë shtrat të vet, rri nd’udhë qi nuk’ asht e mirë, s’ka mëni të keqenë.
5 Zot, përdëllimi yt ashtë ndë qiell, edhe e vërteta jote e mbërrin deri ndë retë.
6 Dreitënia jote ashtë porsi malet’ e Perëndisë, gjyqet’ e tu jan’ abyss’ e madhe, shpëton njerës e shtazë, o Zot.
7 Sa i pa-çimueshim ashtë përdëllimi yt, o Perëndi! Përandai të bijt’ e njerëzëvet shpërejënë mbë hie të fletëvet tua.
8 Kanë me u ngimë prei të maimit shtëpisë s’ate, edhe ke me u dhanë ujë prei purroit të praitunit tand.
9 Sepse përanë teje ashtë kroi i jetësë, ndë dritët tande kemi me pamë dritë.
10 Shtri përdëlliminë tand mb’ata qi të ngjofinë, edhe dreitëninë tande mbë zemërë-dreitëtë.
11 Mos ardhtë mbi mue kambë madhështie, edhe mos më tundtë dora e të pa-besëvet.
12 Atie ranë punëtorët’ e pa-udhënisë, u shtynë poshtë, edhe s’dotë mundenë me u ngritunë.
1 Τοῦ Δαυιδ.
Μὴ παραζήλου ἐν πονηρευομένοις
μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·
2 ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται
καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.
3 ἔλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα
καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς·
4 κατατρύφησον τοῦ κυρίου,
καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.
5 ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου
καὶ ἔλπισον ἐπ᾽ αὐτόν, καὶ αὐτὸς ποιήσει
6 καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου
καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν.
7 ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν·
μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ,
ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας.
8 παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν,
μὴ παραζήλου ὥστε πονηρεύεσθαι·
9 ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται,
οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν.
10 καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός,
καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς·
11 οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν
καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.
12 παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον
καὶ βρύξει ἐπ᾽ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ·
13 ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν,
ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ.
14 ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί,
ἐνέτειναν τόξον αὐτῶν
τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα,
τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ·
15 ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν,
καὶ τὰ τόξα αὐτῶν συντριβείησαν.
16 κρεῖσσον ὀλίγον τῷ δικαίῳ
ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν·
17 ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται,
ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος.
18 γινώσκει κύριος τὰς ὁδοὺς τῶν ἀμώμων,
καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται·
19 οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ
καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.
20 ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται,
οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι
ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον.
21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει,
ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοῖ·
22 ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν,
οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται.
23 παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται,
καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει·
24 ὅταν πέσῃ, οὐ καταραχθήσεται,
ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.
25 νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα
καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον
οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους·
26 ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει,
καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.
27 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν
καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος·
28 ὅτι κύριος ἀγαπᾷ κρίσιν
καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ,
εἰς τὸν αἰῶνα φυλαχθήσονται.
ἄνομοι δὲ ἐκδιωχθήσονται,
καὶ σπέρμα ἀσεβῶν ἐξολεθρευθήσεται·
29 δίκαιοι δὲ κληρονομήσουσι γῆν
καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾽ αὐτῆς.
30 στόμα δικαίου μελετήσει σοφίαν,
καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν·
31 ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ,
καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.
32 κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον
καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν,
33 ὁ δὲ κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ
οὐδὲ μὴ καταδικάσηται αὐτόν, ὅταν κρίνηται αὐτῷ.
34 ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ,
καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν·
ἐν τῷ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψῃ.
35 εἶδον ἀσεβῆ ὑπερυψούμενον
καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·
36 καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν,
καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.
37 φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα,
ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ·
38 οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό,
τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται.
39 σωτηρία δὲ τῶν δικαίων παρὰ κυρίου,
καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως,
40 καὶ βοηθήσει αὐτοῖς κύριος καὶ ῥύσεται αὐτοὺς
καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν
καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ᾽ αὐτόν.