Psallm’ e Davidit.
1 Kam me të lavduruem me gjithë zemërë t’eme, kam me të psallunë përpara engjujvet,
2 kam me lutunë ndë tempullë tand të shenjtënueminë, edhe kam me lavduruem emëninë tand, për përdëlliminë tand, edhe për të vërtetënë tande, se madhënove fjalënë tande ma tepërë, se sa të pat dalë emëni.
3 Ate ditë qi klitha, më ndigjove, i dhe fuqi shpirtit t’em.
4 Kanë me të lavduruem, o Zot, gjithë mbëretënit’ e dheut, kur të ndigjojënë fjalët’ e gojësë s’ate,
5 edhe kanë me kënduem nd’udhët të Zotit, se lavdia e Zotit asht’ e madhe.
6 Se Zoti asht’ i naltë, edhe shtie sytë mbi të poshtëminë, por të naltin’ e ngjef çë së largu.
7 Ndë ecësha ndë miedis të shtrëngimit, ke me dhanë frymë të gjallë, ke me shtrimë dorënë tande kundrë zemërimit anëmiqvet mi, edhe e diathta jote ka me më shpëtuem.
8 Zoti ka me mbaruem ato qi duhenë për mue; o Zot, përdëllimi yt ashtë për gjithë jetënë; mos këthe sytë mbë-nj’-anë prei punëvet duervet tua.
1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με·
2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου,
σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας
καὶ πάσας τὰς ὁδούς μου προεῖδες.
4 ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου,
5 ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα·
σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου.
6 ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ·
ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου
καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ·
ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον
καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
10 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με,
καὶ καθέξει με ἡ δεξιά σου.
11 καὶ εἶπα Ἄρα σκότος καταπατήσει με,
καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·
12 ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ,
καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται·
ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
13 ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε,
ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
14 ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθην·
θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.
15 οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ.
καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·
16 τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου,
καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται·
ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς.
17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός,
λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
18 ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται·
ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
19 ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ θεός,
ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾽ ἐμοῦ.
20 ὅτι ἐρεῖς εἰς διαλογισμόν·
λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου.
21 οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα
καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην;
22 τέλειον μῖσος ἐμίσουν αὐτούς,
εἰς ἐχθροὺς ἐγένοντό μοι.
23 δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου,
ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου
24 καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί,
καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.