Kanka psallme e Davidit.
1 Zemëra eme ashtë gati, o Perëndi, kam me kënduem, edhe kam me psallunë ndë lavdit t’eme.
2 Sqohu, psallter, e qitharë: kam me u squem çë me nadie.
3 Kam me të lavduruem ndër popuj, o Zot, edhe kam me psallunë për ty ndër kombe,
4 se përdëllimi yt asht i math nalt ndë qijet, edhe e vërteta jote ngjer ndë ret.
5 Naltohu mbi qijet, o Perëndi, edhe lavdia jote qoftë mbë gjithë dhenë.
6 Qi të shpëtojënë të dashunit’ e tu, shpëto me anë të së diathtësë s’ate, edhe ndigjo-më.
7 Perëndia foli ndë të shenjtënueminë vendin’ e vet: Kam me u gëzuem, kam me damë Syhemënë, edhe kam me matunë gropësinën’ e Sokhothit.
8 Emi ashtë Galaadi, emi ashtë Manasseu; Efraimiashtë fuqia e kresë s’eme, Iuda ashtë ligjë-vumësi em,
9 Moabi ashtë legeni i të lamit t’em; mbi Edominë kam me hedhunë këpucënë t’eme, kam me brohorimë mbi Palestinënë.
10 Kush ka me më siellë ndë qytet të fortë? Kush ka me më hiekun’ udhënë deri në Edom?
11 As por jo ti , o Perëndi, qi na hodhe tej? Edhe s’ke me dalë, o Perëndi, bashkë me ushtëriat tona?
12 Ndif-na për me shpëtuem prei shtrëngimit, sepse shpëtimi i njeriut asht’ i kotë.
13 Me anë të Perëndisë kemi me bamë trimëni, edhe ai ka me shkelun’ anëmiqtë t’anë.
1 Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός.
Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,
2 ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη,
ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ
3 καὶ λόγοις μίσους ἐκύκλωσάν με
καὶ ἐπολέμησάν με δωρεάν.
4 ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με,
ἐγὼ δὲ προσευχόμην·
5 καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν
καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
6 κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν,
καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·
7 ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος,
καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.
8 γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι,
καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·
9 γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ
καὶ ἡ γυνὴ αὐτοῦ χήρα·
10 σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν,
ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
11 ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ,
διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ·
12 μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ,
μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·
13 γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν,
ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ.
14 ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου,
καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·
15 γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός,
καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν,
16 ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος
καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν
καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.
17 καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ·
καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ.
18 καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον,
καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ
καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·
19 γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται,
καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται.
20 τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου
καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
21 καὶ σύ, κύριε κύριε, ποίησον μετ᾽ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου,
ὅτι χρηστὸν τὸ ἔλεός σου.
22 ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι,
καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.
23 ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην,
ἐξετινάχθην ὡσεὶ ἀκρίδες.
24 τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας,
καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον.
25 καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς·
εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
26 βοήθησόν μοι, κύριε ὁ θεός μου,
σῶσόν με κατὰ τὸ ἔλεός σου,
27 καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη
καὶ σύ, κύριε, ἐποίησας αὐτήν.
28 καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις·
οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν,
ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.
29 ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν
καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν.
30 ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου
καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν,
31 ὅτι παρέστη ἐκ δεξιῶν πένητος
τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.