Psallm’ e Davidit.
1 Dheu asht i Zotit, edhe të mbushunit’ e ati: bota, edhe ata qi rrinë nd’atë.
2 Sepse ai themeloi atë mbi detënat, edhe e qindroi mbi lumënat.
3 Kush ka me hypunë ndë malt të Zotit? Edhe kush ka me ndenjunë ndë vend t’ati të shenjtënueminë?
4 I pa-faji ndë duert, edhe i këthiellëti ndë zemërët, i cilli nukë dha shpirtin’ e vet mbë të kotë, edhe nuk’ u betue me gënjeshtrë.
5 Kyi ka me marrë bekim prei Zotit, edhe dreitëni prei Perëndisë shpëtimit vet.
6 Kyi ashtë brezi atyneve qi kërkojën’ atë, qi kërkojënë faqenë tande, o Perëndia i Iakobit. Selah.
7 Ngreni krenët tuei, o dyer, edhe naltohi, o dyer të përjetëshime, se ka me hymë Mbëreti i lavdisë.
8 Cilli ashtë kyi Mbëreti i lavdisë? Zot’ i fortë edhe i fuqishim, Zoti i fuqishim ndë luftë.
9 Ngreni krenët tuei, o dyer, edhe naltohi, o dyer të përjetëshime, se ka me hymë Mbëreti i lavdisë.
10 Cilli ashtë kyi Mbëreti i lavdisë? Zoti i fuqiavet: ai ashtë Mbëreti i lavdisë. Selah.
1 Ψαλμὸς τῷ Δαυιδ.
Πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου, ὁ θεός μου.
2 ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην,
μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου.
3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν·
αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς.
4 τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι
καὶ τὰς τρίβους σου δίδαξόν με.
5 ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου
καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου,
καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
6 μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε,
καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.
7 ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς·
κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ
ἕνεκα τῆς χρηστότητός σου, κύριε.
8 χρηστὸς καὶ εὐθὴς ὁ κύριος·
διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
9 ὁδηγήσει πραεῖς ἐν κρίσει,
διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
10 πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια
τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
11 ἕνεκα τοῦ ὀνόματός σου, κύριε,
καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν.
12 τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον;
νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾁρετίσατο.
13 ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται,
καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
14 κραταίωμα κύριος τῶν φοβουμένων αὐτόν,
καὶ τὸ ὄνομα κυρίου τῶν φοβουμένων αὐτόν,
καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς.
15 οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον,
ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
16 ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με,
ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
17 αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν·
ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
18 ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου
καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
19 ἰδὲ τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν
καὶ μῖσος ἄδικον ἐμίσησάν με.
20 φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με·
μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.
21 ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι,
ὅτι ὑπέμεινά σε, κύριε.
22 λύτρωσαι, ὁ θεός, τὸν Ισραηλ
ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.