Psallmë kënke për të bijt e Koreut.
1 Themelet’ e ati janë ndë malet të shënjtëruarë.
2 Zoti do dyert’ e Sionësë më tepërë se gjithë tendat’ e Jakovit.
3 Fjalë të lëvduara u folnë për ty, o qytet i Perëndisë. Sellah.
4 Do të kujtonj Raavënë edhe Vavillonënë ndër ata që më ngjohënë; shih Palestina, edhe Tyra, bashkë me Ethiopinë, ku lindi atie.
5 Edhe për Sionënë do të thonë: Akë-kush e akë-kush lindi nd’atë’ edhe ay i Larti do t’e forconjë.
6 Zoti, kur të shkruanjë emërat’ e llauzevet, do të tregonjë se ky lindi atie. Sellah.
7 Edhe kënkëtorëtë, edhe ata që u bienë drurëvet, edhe gjithë burimet’ e mi janë ndek ti.
1 Ὠιδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορε· εἰς τὸ τέλος, ὑπὲρ μαελεθ τοῦ ἀποκριθῆναι· συνέσεως Αιμαν τῷ Ισραηλίτῃ.
2 Κύριε ὁ θεὸς τῆς σωτηρίας μου,
ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
3 εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου,
κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, κύριε.
4 ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου,
καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν·
5 προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον,
ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,
6 ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ,
ὧν οὐκ ἐμνήσθης ἔτι
καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
7 ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ,
ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
8 ἐπ᾽ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου,
καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ᾽ ἐμὲ ἐπήγαγες.
διάψαλμα.
9 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ,
ἔθεντό με βδέλυγμα ἑαυτοῖς,
παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
10 οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας·
ἐκέκραξα πρὸς σέ, κύριε, ὅλην τὴν ἡμέραν,
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
11 Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια;
ἢ ἰατροὶ ἀναστήσουσιν, καὶ ἐξομολογήσονταί σοι;
12 μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου
καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
13 μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου
καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
14 κἀγὼ πρὸς σέ, κύριε, ἐκέκραξα,
καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε.
15 ἵνα τί, κύριε, ἀπωθεῖς τὴν ψυχήν μου,
ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ;
16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου,
ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
17 ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί σου,
καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με,
18 ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν,
περιέσχον με ἅμα.
19 ἐμάκρυνας ἀπ᾽ ἐμοῦ φίλον καὶ πλησίον
καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.