Urat’ e Dhavidhit.
1 Ndigjo, o Zot, drejtërinë t’ime, ki kujdes lutëjesë s’ime, mba vesh uratësë s’ime, (që epetë) jo me buzë gënjeshtare.
2 Daltë gjyqi im prej faqesë s’ate, syt’ e mi pafshinë të drejta.
3 Provove zëmrënë t’ime, vure re natënë, më provove, edhe nuk’ u gjënt e shtrëmbëri tek unë, mendimi em s’ndan prej fjalëvet mia.
4 Sa për punët’ e njierëzet, unë, me anë të fjalëvet buzëvet tua, u ruajta prej udhëvet të pa-udhëvet.
5 Forco këmbët’ e mia mb’udhët tua, që të mos luanjënë çapet’ e mi.
6 Unë thirra mbë ty, se do të më ndigjonjç, o Perëndi; ul’ veshnë tënt tek unë, edhe ndigjo fjalët e mia.
7 Bën të maniçim përdëllimet’ e tu, ti që shpëton ata që shpërenjënë mbë ty prej atyreve që janë ngriturë mbë këmbë kundrë së diathtësë s’ate.
8 Ruaj-më, o Zot, posi dritën’ e syrit, mbulo-më ndënë hijen’ fletëvet tua,
9 prej sysh të pa-besëve që më bënjënë keq; arëmiqt’ e mi qarkuanë shpirtinë t’im.
10 U mbyllnë ndë dhiamë, goj’ e atyreve flet madhështi.
11 Tani më nxuarnë edhe më ranë pas gjurme, ma vunë synë, për të rrëzuarë përdhe.
12 Më përngjanjënë posi leon, (kur bënetë) gati për gjah, edhe posi këlysh leoni, që rri ndë të mpshehëta.
13 Ngreu, o Zot, harri ata, edhe rrëzo ata, ruaj shpirtinë t’im prej të pa-besit, shpatënë tënde prej arëmiqsh me anë të dorësë s’ate,
14 o Zot, prej njierëzish botësë, të cilëtë marrënë piesënë ndë jetët tyre, edhe mbushetë barku i atyreve prej së fshehuravet tua; u mbushnë me diem, edhe lanë të mbeturatë foshnjevet tyre.
15 Po unë me drejtëri do të shoh faqenë tënde; do të nginjem së pari ty, kur të cgjonem.
1 Εἰς τὸ τέλος· τῷ παιδὶ κυρίου τῷ Δαυιδ, ἃ ἐλάλησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ᾗ ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ, 2 καὶ εἶπεν
Ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου.
3 κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου,
ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν,
ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου.
4 αἰνῶν ἐπικαλέσομαι κύριον
καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
5 περιέσχον με ὠδῖνες θανάτου,
καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με
6 ὠδῖνες ᾅδου περιεκύκλωσάν με,
προέφθασάν με παγίδες θανάτου.
7 καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον
καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα·
ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου,
καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.
8 καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ,
καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν
καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός.
9 ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ,
καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν,
ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ.
10 καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη,
καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.
11 καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσθη,
ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.
12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ·
κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ,
σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.
13 ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον,
χάλαζα καὶ ἄνθρακες πυρός.
14 καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος,
καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ·
15 καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς
καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς.
16 καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων,
καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης
ἀπὸ ἐπιτιμήσεώς σου, κύριε,
ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.
17 ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με,
προσελάβετό με ἐξ ὑδάτων πολλῶν.
18 ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν
καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
19 προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου,
καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου
20 καὶ ἐξήγαγέν με εἰς πλατυσμόν,
ῥύσεταί με, ὅτι ἠθέλησέν με.
ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν
καὶ ἐκ τῶν μισούντων με.
21 καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου
καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι,
22 ὅτι ἐφύλαξα τὰς ὁδοὺς κυρίου
καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου,
23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου,
καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησα ἀπ᾽ ἐμοῦ.
24 καὶ ἔσομαι ἄμωμος μετ᾽ αὐτοῦ
καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
25 καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου
καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
26 μετὰ ὁσίου ὁσιωθήσῃ
καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ
27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ
καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
28 ὅτι σὺ λαὸν ταπεινὸν σώσεις
καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις.
29 ὅτι σὺ φωτιεῖς λύχνον μου, κύριε·
ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου.
30 ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου
καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος.
31 ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ,
τὰ λόγια κυρίου πεπυρωμένα,
ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ᾽ αὐτόν.
32 ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου;
καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν;
33 ὁ θεὸς ὁ περιζωννύων με δύναμιν
καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου,
34 ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου
καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με,
35 διδάσκων χεῖράς μου εἰς πόλεμον
καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου·
36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου,
καὶ ἡ δεξιά σου ἀντελάβετό μου,
καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος,
καὶ ἡ παιδεία σου αὐτή με διδάξει.
37 ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου,
καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.
38 καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτοὺς
καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν·
39 ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι,
πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
40 καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον,
συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ᾽ ἐμὲ ὑποκάτω μου
41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον
καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας.
42 ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων,
πρὸς κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.
43 καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου,
ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.
44 ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ,
καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν·
λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι,
45 εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι·
υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
46 υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν
καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
47 ζῇ κύριος, καὶ εὐλογητὸς ὁ θεός μου,
καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου,
48 ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ
καὶ ὑποτάξας λαοὺς ὑπ᾽ ἐμέ,
49 ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων,
ἀπὸ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ ὑψώσεις με,
ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.
50 διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, κύριε,
καὶ τῷ ὀνόματί σου ψαλῶ,
51 μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ
καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ,
τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.