1 pro victoria ut non disperdas David humilem et simplicem
quando fugit a facie Saul in spelunca
2 miserere mei Deus miserere mei
quoniam in te sperat anima mea
in umbra alarum tuarum sperabo donec transeant insidiae
3 invocabo Deum altissimum Deum ultorem meum
4 mittet de caelo et salvabit me
exprobrabit conculcantibus me
semper
mittet Deus misericordiam suam et veritatem suam
5 anima mea in medio leonum dormivit ferocientium
filii hominum dentes eorum lancea et sagittae
et lingua eorum gladius acutus
6 exaltare super caelos Deus in omni terra gloria tua
7 rete paraverunt gressibus meis ad incurvandam animam meam
foderunt ante me foveam ceciderunt in medium eius semper
8 paratum cor meum Deus paratum cor meum cantabo et psallam
9 surge gloria mea surge psalterium et cithara surgam mane
10 confitebor tibi in populis Domine cantabo tibi in gentibus
11 quia magna usque ad caelos misericordia tua
et usque ad nubes veritas tua
12 exaltare super caelos Deus in omni terra gloria tua
1 Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλογραφίαν ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον.
2 Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με,
ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου
καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ,
ἕως οὗ παρέλθῃ ἡ ἀνομία.
3 κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον,
τὸν θεὸν τὸν εὐεργετήσαντά με.
4 ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με,
ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με.
διάψαλμα.
ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ
5 καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων.
ἐκοιμήθην τεταραγμένος·
υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη,
καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
6 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,
καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
7 παγίδα ἡτοίμασαν τοῖς ποσίν μου
καὶ κατέκαμψαν τὴν ψυχήν μου·
ὤρυξαν πρὸ προσώπου μου βόθρον
καὶ ἐνέπεσαν εἰς αὐτόν.
διάψαλμα.
8 ἑτοίμη ἡ καρδία μου, ὁ θεός,
ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ.
9 ἐξεγέρθητι, ἡ δόξα μου·
ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα·
ἐξεγερθήσομαι ὄρθρου.
10 ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε,
ψαλῶ σοι ἐν ἔθνεσιν,
11 ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου
καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
12 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,
καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.