1 canticum David
adferte Domino filios arietum
2 adferte Domino gloriam et imperium
adferte Domino gloriam nomini eius
adorate Dominum in decore sancto
3 vox Domini super aquas Deus gloriae intonuit
Dominus super aquas multas
4 vox Domini in fortitudine vox Domini in decore
5 vox Domini confringentis cedros
et confringet Dominus cedros Libani
6 et disperget eas quasi vitulus Libani
et Sarion quasi filius rinocerotis
7 vox Domini dividens flammas ignis
8 vox Domini parturire faciens desertum Cades
9 vox Domini obsetricans cervis et revelans saltus
et in templo eius omnis loquetur gloriam
10 Dominus diluvium inhabitat et sedebit Dominus rex in aeternum
11 Dominus fortitudinem populo suo dabit
Dominus benedicet populo suo in pace
1 Ψαλμὸς τῷ Δαυιδ· ἐξοδίου σκηνῆς.
Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ,
ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν,
ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν,
2 ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,
προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
3 φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων,
ὁ θεὸς τῆς δόξης ἐβρόντησεν,
κύριος ἐπὶ ὑδάτων πολλῶν.
4 φωνὴ κυρίου ἐν ἰσχύι,
φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ.
5 φωνὴ κυρίου συντρίβοντος κέδρους,
καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου
6 καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον,
καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
7 φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός,
8 φωνὴ κυρίου συσσείοντος ἔρημον,
καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης.
9 φωνὴ κυρίου καταρτιζομένου ἐλάφους,
καὶ ἀποκαλύψει δρυμούς·
καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
10 κύριος τὸν κατακλυσμὸν κατοικιεῖ,
καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
11 κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει,
κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.