1 canticum graduum
memento Domine David et omnis adflictionis eius
2 qui iuravit Domino votum vovit Deo Iacob
3 si intravero in tabernaculum domus meae
si adsedero super lectum straminis mei
4 si dedero somnum oculis meis
et palpebris dormitationem
5 donec inveniam locum Domino tabernacula Deo Iacob
6 ecce audivimus illum in Ephrata invenimus illum in regione saltus
7 intremus in tabernacula eius adoremus scabillum pedum eius
8 surge Domine in requiem tuam tu et arca fortitudinis tuae
9 sacerdotes tui induantur iustitia et sancti tui laudent
10 propter David servum tuum ne avertas faciem christi tui
11 iuravit Dominus David veritatem
non avertetur ab ea
de fructu ventris tui ponam super sedem tuam
12 si custodierint filii tui pactum meum
et testificationem meam quam docuero eos
et filii eorum usque in aeternum sedebunt super thronum tuum
13 quia elegit Dominus Sion
desideravit eam in habitaculum suum
14 haec est requies mea in sempiternum
hic habitabo quia desideravi
eam
15 venationem eius benedicens benedicam
pauperes eius saturabo pane
16 sacerdotes eius induam salutari et sancti eius laude laudabunt
17 ibi oriri faciam cornu David paravi lucernam christo meo
18 inimicos eius induam confusione
super ipsum autem florebit sanctificatio eius
1 Ὠιδὴ τῶν ἀναβαθμῶν.
Μνήσθητι, κύριε, τοῦ Δαυιδ
καὶ πάσης τῆς πραΰτητος αὐτοῦ,
2 ὡς ὤμοσεν τῷ κυρίῳ,
ηὔξατο τῷ θεῷ Ιακωβ
3 Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου,
εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
4 εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου
καὶ τοῖς βλεφάροις μου νυσταγμὸν
καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου,
5 ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ,
σκήνωμα τῷ θεῷ Ιακωβ.
6 ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα,
εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ·
7 εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ,
προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.
8 ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου,
σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·
9 οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην,
καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
10 ἕνεκεν Δαυιδ τοῦ δούλου σου
μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
11 ὤμοσεν κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν
Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου·
12 ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου
καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς,
καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.
13 ὅτι ἐξελέξατο κύριος τὴν Σιων,
ᾁρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ
14 Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος,
ὧδε κατοικήσω, ὅτι ᾁρετισάμην αὐτήν·
15 τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω,
τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων,
16 τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν,
καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται·
17 ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυιδ,
ἡτοίμασα λύχνον τῷ χριστῷ μου·
18 τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην,
ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.