1 factum est autem cum quadam die venissent filii Dei
et starent coram Domino
venisset quoque Satan inter eos et staret in conspectu eius
2 ut diceret Dominus ad Satan unde venis
qui respondens ait circuivi terram et perambulavi eam
3 et dixit Dominus ad Satan
numquid considerasti servum meum Iob
quod non sit ei similis in terra
vir simplex et rectus timens Deum
ac recedens a malo et adhuc retinens innocentiam
tu autem commovisti me adversus eum
ut adfligerem illum frustra
4 cui respondens Satan ait
pellem pro pelle et cuncta quae habet homo dabit pro anima sua
5 alioquin mitte manum tuam et tange os eius et carnem
et tunc videbis quod in facie benedicat tibi
6 dixit ergo Dominus ad Satan ecce in manu tua est
verumtamen animam illius serva
7 egressus igitur Satan a facie Domini
percussit Iob ulcere pessimo a planta pedis usque ad verticem eius
8 qui testa saniem deradebat
sedens in sterquilinio
9 dixit autem illi uxor sua
adhuc tu permanes in simplicitate tua
benedic Deo et morere
10 qui ait ad illam quasi una de stultis
locuta es
si bona suscepimus de manu Domini
quare mala non suscipiamus
in omnibus his non peccavit Iob labiis suis
11 igitur audientes tres amici Iob omne malum quod accidisset ei
venerunt singuli de loco suo
Eliphaz Themanites et Baldad Suites et Sophar Naamathites
condixerant enim ut pariter venientes visitarent eum et consolarentur
12 cumque levassent procul oculos suos
non cognoverunt eum et exclamantes ploraverunt
scissisque vestibus sparserunt pulverem super caput suum in caelum
13 et sederunt cum eo in terram
septem diebus et septem noctibus
et nemo loquebatur ei verbum
videbant enim dolorem esse vehementem
1 Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη
καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι κυρίου,
καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν*
παραστῆναι ἐναντίον τοῦ κυρίου.‡
2 καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν σὺ ἔρχῃ;
τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου
Διαπορευθεὶς τὴν ὑπ᾽ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι.
3 εἶπεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον
Προσέσχες οὖν τῷ θεράποντί μου Ιωβ,
ὅτι οὐκ ἔστιν κατ᾽ αὐτὸν τῶν ἐπὶ τῆς γῆς
ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής,
ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ;
ἔτι δὲ ἔχεται ἀκακίας·
σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέσαι.
4 ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ
Δέρμα ὑπὲρ δέρματος·
ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει·
5 οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ·
εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.
6 εἶπεν δὲ ὁ κύριος τῷ διαβόλῳ Ἰδοὺ παραδίδωμί σοι αὐτόν,
μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.
7 Ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου
καὶ ἔπαισεν τὸν Ιωβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς.
8 καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ,
καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.
9 Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ
Μέχρι τίνος καρτερήσεις λέγων
9a Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν
προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;
9b ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς,
υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι,
οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων.
9c σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος·
9d κἀγὼ πλανῆτις καὶ λάτρις
τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας
προσδεχομένη τὸν ἥλιον πότε δύσεται,
ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν.
9e ἀλλὰ εἰπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα.
10 ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ
Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας·
εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ
οὐδὲν ἥμαρτεν Ιωβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ.
11 Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ
παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν,
Ελιφας ὁ Θαιμανων βασιλεύς,
Βαλδαδ ὁ Σαυχαίων τύραννος,
Σωφαρ ὁ Μιναίων βασιλεύς,
καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν
τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.
12 ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν
καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν
ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν
καὶ καταπασάμενοι γῆν.
13 παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας,
καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν·
ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα.