1 καὶ συνετελέσθησαν οἱ λόγοι τῆς ἐξομολογήσεως Τωβιθ.
2 Καὶ ἀπέθανεν ἐν εἰρήνῃ ἐτῶν ἑκατὸν δώδεκα καὶ ἐτάφη ἐνδόξως ἐν Νινευη. καὶ ἑξήκοντα δύο ἐτῶν ἦν, ὅτε ἐγένετο ἀνάπειρος τοῖς ὀφθαλμοῖς, καὶ μετὰ τὸ ἀναβλέψαι αὐτὸν ἔζησεν ἐν ἀγαθοῖς καὶ ἐλεημοσύνας ἐποίησεν· καὶ ἔτι προσέθετο εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι τὴν μεγαλωσύνην τοῦ θεοῦ. 3 καὶ ὅτε ἀπέθνῃσκεν, ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ λέγων Παιδίον, ἀπάγαγε τὰ παιδία σου 4 καὶ ἀπότρεχε εἰς Μηδίαν, ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευη, ἃ ἐλάλησεν Ναουμ, ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Αθουρ καὶ Νινευη, καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ Ισραηλ, οὓς ἀπέστειλεν ὁ θεός, πάντα ἀπαντήσει, καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν ῥημάτων, καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν, καὶ ἐν τῇ Μηδίᾳ ἔσται σωτηρία μᾶλλον ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι· διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα, ἃ εἶπεν ὁ θεός, συντελεσθήσεται καὶ ἔσται, καὶ οὐ μὴ διαπέσῃ ῥῆμα ἐκ τῶν λόγων· καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ κατοικοῦντες ἐν τῇ γῇ Ισραηλ πάντες διασκορπισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τῆς γῆς τῆς ἀγαθῆς, καὶ ἔσται πᾶσα ἡ γῆ τοῦ Ισραηλ ἔρημος, καὶ Σαμάρεια καὶ Ιερουσαλημ ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν λύπῃ καὶ καυθήσεται μέχρι χρόνου. 5 καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεός, καὶ ἐπιστρέψει αὐτοὺς ὁ θεὸς εἰς τὴν γῆν τοῦ Ισραηλ, καὶ πάλιν οἰκοδομήσουσιν τὸν οἶκον, καὶ οὐχ ὡς τὸν πρῶτον, ἕως τοῦ χρόνου, οὗ ἂν πληρωθῇ ὁ χρόνος τῶν καιρῶν. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῆς αἰχμαλωσίας αὐτῶν πάντες καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται τοῦ Ισραηλ. 6 καὶ πάντα τὰ ἔθνη τὰ ἐν ὅλῃ τῇ γῇ, πάντες ἐπιστρέψουσιν καὶ φοβηθήσονται τὸν θεὸν ἀληθινῶς, καὶ ἀφήσουσιν πάντες τὰ εἴδωλα αὐτῶν, τοὺς πλανῶντας ψευδῆ τὴν πλάνησιν αὐτῶν, καὶ εὐλογήσουσιν τὸν θεὸν τοῦ αἰῶνος ἐν δικαιοσύνῃ. 7 πάντες οἱ υἱοὶ τοῦ Ισραηλ οἱ σῳζόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις μνημονεύοντες τοῦ θεοῦ ἐν ἀληθείᾳ ἐπισυναχθήσονται καὶ ἥξουσιν εἰς Ιερουσαλημ καὶ οἰκήσουσιν τὸν αἰῶνα ἐν τῇ γῇ Αβρααμ μετὰ ἀσφαλείας, καὶ παραδοθήσεται αὐτοῖς· καὶ χαρήσονται οἱ ἀγαπῶντες τὸν θεὸν ἐπ᾽ ἀληθείας, καὶ οἱ ποιοῦντες τὴν ἁμαρτίαν καὶ τὴν ἀδικίαν ἐκλείψουσιν ἀπὸ πάσης τῆς γῆς. 8-9 καὶ νῦν, παιδία, ἐγὼ ὑμῖν ἐντέλλομαι· δουλεύσατε τῷ θεῷ ἐν ἀληθείᾳ καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ τοῖς παιδίοις ὑμῶν ἐνυποταγήσεται ποιεῖν δικαιοσύνην καὶ ἐλεημοσύνην καὶ ἵνα ὦσιν μεμνημένοι τοῦ θεοῦ καὶ εὐλογῶσιν τὸ ὄνομα αὐτοῦ ἐν παντὶ καιρῷ ἐν ἀληθείᾳ καὶ ὅλῃ τῇ ἰσχύι αὐτῶν. καὶ νῦν σύ, παιδίον, ἔξελθε ἐκ Νινευη καὶ μὴ μείνῃς ὧδε· ἐν ᾗ ἂν ἡμέρᾳ θάψῃς τὴν μητέρα σου μετ᾽ ἐμοῦ, αὐτῇ τῇ ἡμέρᾳ μὴ αὐλισθῇς ἐν τοῖς ὁρίοις αὐτῆς· ὁρῶ γὰρ ὅτι πολλὴ ἀδικία ἐν αὐτῇ, καὶ δόλος πολὺς συντελεῖται ἐν αὐτῇ, καὶ οὐκ αἰσχύνονται. 10 ἰδέ, παιδίον, ὅσα Ναδαβ ἐποίησεν Αχικάρῳ τῷ ἐκθρέψαντι αὐτόν· οὐχὶ ζῶν κατηνέχθη εἰς τὴν γῆν; καὶ ἀπέδωκεν ὁ θεὸς τὴν ἀτιμίαν κατὰ πρόσωπον αὐτοῦ, καὶ ἐξῆλθεν εἰς τὸ φῶς Αχικαρος, καὶ Ναδαβ εἰσῆλθεν εἰς τὸ σκότος τοῦ αἰῶνος, ὅτι ἐζήτησεν ἀποκτεῖναι Αχικαρον· ἐν τῷ ποιῆσαι ἐλεημοσύνην ἐξῆλθεν ἐκ τῆς παγίδος τοῦ θανάτου, ἣν ἔπηξεν αὐτῷ Ναδαβ, καὶ Ναδαβ ἔπεσεν εἰς τὴν παγίδα τοῦ θανάτου, καὶ ἀπώλεσεν αὐτόν. 11 καὶ νῦν, παιδία, ἴδετε τί ποιεῖ ἐλεημοσύνη, καὶ τί ποιεῖ ἀδικία, ὅτι ἀποκτέννει· καὶ ἰδοὺ ἡ ψυχή μου ἐκλείπει. — καὶ ἔθηκαν αὐτὸν ἐπὶ τὴν κλίνην, καὶ ἀπέθανεν· καὶ ἐτάφη ἐνδόξως.
12 Καὶ ὅτε ἀπέθανεν ἡ μήτηρ αὐτοῦ, ἔθαψεν αὐτὴν Τωβιας μετὰ τοῦ πατρὸς αὐτοῦ. καὶ ἀπῆλθεν αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ εἰς Μηδίαν καὶ ᾤκησεν ἐν Ἐκβατάνοις μετὰ Ραγουήλου τοῦ πενθεροῦ αὐτοῦ. 13 καὶ ἐγηροβόσκησεν αὐτοὺς ἐντίμως καὶ ἔθαψεν αὐτοὺς ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ἐκληρονόμησεν τὴν οἰκίαν Ραγουήλου καὶ Τωβιθ τοῦ πατρὸς αὐτοῦ. 14 καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν δέκα ἑπτὰ ἐνδόξως. 15 καὶ εἶδεν καὶ ἤκουσεν πρὸ τοῦ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη καὶ εἶδεν τὴν αἰχμαλωσίαν αὐτῆς ἀγομένην εἰς Μηδίαν, ἣν ᾐχμαλώτισεν Αχιαχαρος ὁ βασιλεὺς τῆς Μηδίας, καὶ εὐλόγησεν τὸν θεὸν ἐν πᾶσιν, οἷς ἐποίησεν ἐπὶ τοὺς υἱοὺς Νινευη καὶ Αθουριας· ἐχάρη πρὶν τοῦ ἀποθανεῖν ἐπὶ Νινευη καὶ εὐλόγησεν κύριον τὸν θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
1 et consummati sunt sermones Tobi
et posteaquam inluminatus est
vixit annis quadraginta duobus et vidit filios nepotum suorum
2 conpletis itaque annis centum duobus
sepultus est honorifice in Nineven
3 quinquaginta namque et sex annorum oculorum lumen amisit
sexagenarius vero recepit
4 reliquum vero vitae suae in gaudio fuit
et cum bono profectu timoris Dei perrexit in pace
5 in hora autem mortis suae vocavit ad se Tobiam filium suum
et septem iuvenes filios eius nepotes suos
dixitque eis
6 prope erit interitus Nineven
non enim excidit verbum Dei
et fratres nostri qui dispersi sunt a terra Israhel revertentur ad eam
7 omnis autem deserta terra eius replebitur
et domus Dei quae in ea incensa est iterum reaedificabitur
ibique revertentur omnes timentes Deum
8 et relinquent gentes idola sua
et venient in Hierusalem et inhabitabunt in ea
9 et gaudebunt in ea omnes adorantes regem Israhel
10 audite ergo filii mei patrem vestrum
servite Domino in veritate
et inquirite ut faciatis quae sunt placita illi
11 et filiis vestris mandate ut faciant iustitias et elemosynas
ut sint memores Dei et benedicant eum in omni tempore
in veritate et in tota virtute sua
12 nunc ergo filii audite me et nolite manere hic
sed quacumque die sepelieritis matrem vestram
circa me in uno sepulchro
ex eo dirigite gressus vestros ut exeatis hinc
13 video enim quoniam iniquitas eius finem dabit ei
14 factum est autem post obitum matris suae
Tobias abscessit ex Nineven
cum uxore sua et filiis
et reversus est ad soceros suos
15 invenitque eos incolomes in senectute bona
et curam eorum gessit
et ipse clausit oculos eorum
et omnem hereditatem domus Raguhel ipse percepit
viditque quintam generationem filios filiorum suorum
16 et conpletis annis nonaginta et novem in timore Domini
cum gaudio sepelierunt eum
17 omnis cognatio eius
et omnis generatio eius in bona vita et sancta
conversatione permansit
ita ut accepti essent tam Deo quam hominibus
et cunctis habitatoribus terrae
EXPLICIT LIBER TOBIAE