1 Ἐπίστρεφε ἐπίστρεφε, ἡ Σουλαμῖτις,
ἐπίστρεφε ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί.
Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι;
ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν.
2 Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν,
θύγατερ Ναδαβ;
ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις
ἔργῳ χειρῶν τεχνίτου·
3 ὀμφαλός σου κρατὴρ τορευτὸς
μὴ ὑστερούμενος κρᾶμα·
κοιλία σου θημωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις·
4 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος·
5 τράχηλός σου ὡς πύργος ἐλεφάντινος·
ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων
ἐν πύλαις θυγατρὸς πολλῶν·
μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου
σκοπεύων πρόσωπον Δαμασκοῦ·
6 κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος,
καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα,
βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
7 Τί ὡραιώθης καὶ τί ἡδύνθης,
ἀγάπη, ἐν τρυφαῖς σου;
8 τοῦτο μέγεθός σου ὡμοιώθη τῷ φοίνικι
καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.
9 εἶπα Ἀναβήσομαι ἐν τῷ φοίνικι,
κρατήσω τῶν ὕψεων αὐτοῦ,
καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου
καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα
10 καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς
πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα
ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.
11 Ἐγὼ τῷ ἀδελφιδῷ μου,
καὶ ἐπ᾽ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.
12 ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν,
αὐλισθῶμεν ἐν κώμαις·
13 ὀρθρίσωμεν εἰς ἀμπελῶνας,
ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος,
ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ῥόαι·
ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.
14 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν,
καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα,
νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.
© Septuaginta, edited by Alfred Rahlfs, Second, Revised Edition, edited by Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.