Ψαλμὸς τῷ Σαλωμων· ἔτι τοῦ χριστοῦ κυρίου.
1 Κύριε, τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα,
ἡ χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ Ισραηλ·
2 οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπ᾽ αὐτά, καὶ οὐχ ὑστερήσει ἐξ αὐτῶν·
τὰ ὦτά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι.
3 τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους,
καὶ ἡ ἀγάπη σου ἐπὶ σπέρμα Αβρααμ υἱοὺς Ισραηλ.
4 ἡ παιδεία σου ἐφ᾽ ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ
ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοίᾳ.
5 καθαρίσαι ὁ θεὸς Ισραηλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ,
εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ.
6 Μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις
ἰδεῖν τὰ ἀγαθὰ κυρίου, ἃ ποιήσει γενεᾷ τῇ ἐρχομένῃ
7 ὑπὸ ῥάβδον παιδείας χριστοῦ κυρίου ἐν φόβῳ θεοῦ αὐτοῦ
ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος
8 κατευθῦναι ἄνδρα ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ
καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον κυρίου
9 γενεὰ ἀγαθὴ ἐν φόβῳ θεοῦ ἐν ἡμέραις ἐλέους.
διάψαλμα.
10 Μέγας ἡμῶν ὁ θεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις κατοικῶν
ὁ διατάξας ἐν πορείᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν ἀφ᾽ ἡμερῶν εἰς ἡμέρας
καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς·
11 ἐν φόβῳ θεοῦ ἡ ὁδὸς αὐτῶν καθ᾽ ἑκάστην ἡμέραν
ἀφ᾽ ἧς ἡμέρας ἔκτισεν αὐτοὺς ὁ θεὸς καὶ ἕως αἰῶνος·
12 καὶ οὐκ ἐπλανήθησαν ἀφ᾽ ἧς ἡμέρας ἔκτισεν αὐτούς,
ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν,
εἰ μὴ ὁ θεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ.
© Septuaginta, edited by Alfred Rahlfs, Second, Revised Edition, edited by Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.