1 Ψαλμὸς τῷ Δαυιδ.
Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν,
ὅτι θαυμαστὰ ἐποίησεν κύριος·
ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ
καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
2 ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ,
ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.
3 ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ
καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ·
εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.
4 ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ,
ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε·
5 ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ,
ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ·
6 ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης
ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου.
7 σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς,
ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ·
8 ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό,
τὰ ὄρη ἀγαλλιάσονται,
9 ὅτι ἥκει κρῖναι τὴν γῆν·
κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
καὶ λαοὺς ἐν εὐθύτητι.