1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· τῷ Δαυιδ.
2 Εἰσάκουσον, ὁ θεός, τῆς δεήσεώς μου,
πρόσχες τῇ προσευχῇ μου.
3 ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα
ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου·
ἐν πέτρᾳ ὕψωσάς με,
4 ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου,
πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.
5 παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας,
σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.
διάψαλμα.
6 ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν εὐχῶν μου,
ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.
7 ἡμέρας ἐφ᾽ ἡμέρας βασιλέως προσθήσεις,
ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.
8 διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ·
ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;
9 οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.
© Septuaginta, edited by Alfred Rahlfs, Second, Revised Edition, edited by Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.