1 Αλληλουια.
Αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ,
αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ·
2 αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ,
αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
3 αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος,
αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ·
4 αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ,
αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ·
5 αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις,
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
6 πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον.
© Septuaginta, edited by Alfred Rahlfs, Second, Revised Edition, edited by Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.