1 Ὠιδὴ τῶν ἀναβαθμῶν.
Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων
ἐγενήθημεν ὡς παρακεκλημένοι.
2 τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν
καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.
τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν
Ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ᾽ αὐτῶν.
3 ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ᾽ ἡμῶν,
ἐγενήθημεν εὐφραινόμενοι.
4 ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν
ὡς χειμάρρους ἐν τῷ νότῳ.
5 οἱ σπείροντες ἐν δάκρυσιν
ἐν ἀγαλλιάσει θεριοῦσιν.
6 πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον
αἴροντες τὰ σπέρματα αὐτῶν·
ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει
αἴροντες τὰ δράγματα αὐτῶν.