Προσευχὴ Ιωνα.
3 Ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου,
καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου·
ἤκουσας φωνῆς μου.
4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης,
καὶ ποταμοί με ἐκύκλωσαν,
πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον.
5 κἀγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου·
ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου;
6 περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου,
ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη,
ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων.
7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι,
καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, κύριε ὁ θεός μου.
8 ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην,
καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.
10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι·
ὅσα ηὐξάμην, ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ κυρίῳ.
© Septuaginta, edited by Alfred Rahlfs, Second, Revised Edition, edited by Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.