1 καὶ ταύτης ἐταράχθη ἡ καρδία μου*
καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς.
2 ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ κυρίου,*
καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται.
3 ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἀρχὴ αὐτοῦ,*
καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς.
4 ὀπίσω αὐτοῦ βοήσεται φωνή,*
βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ,*
καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ.
5 βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια·‡
ἐποίησεν γὰρ μεγάλα, ἃ οὐκ ᾔδειμεν,
6 συντάσσων χιόνι Γίνου ἐπὶ τῆς γῆς·*
καὶ χειμὼν ὑετός, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ.
7 ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει,‡
ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.
8 εἰσῆλθεν δὲ θηρία ὑπὸ σκέπην,
ἡσύχασαν δὲ ἐπὶ κοίτης.
9 ἐκ ταμιείων ἐπέρχονται δῖναι,
ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος.
10 καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος,‡
οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται·
11 καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη,*
διασκορπιεῖ νέφος φῶς αὐτοῦ.
12 καὶ αὐτὸς κυκλώματα διαστρέψει*
ἐν θεεβουλαθω εἰς ἔργα αὐτῶν·*
πάντα, ὅσα ἂν ἐντείληται αὐτοῖς,‡
ταῦτα συντέτακται παρ᾽ αὐτοῦ ἐπὶ τῆς γῆς,
13 ἐὰν εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ,*
ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.‡
14 ἐνωτίζου ταῦτα, Ιωβ·
στῆθι νουθετοῦ δύναμιν κυρίου.
15 οἴδαμεν ὅτι ὁ θεὸς ἔθετο ἔργα αὐτοῦ
φῶς ποιήσας ἐκ σκότους.
16 ἐπίσταται δὲ διάκρισιν νεφῶν,
ἐξαίσια δὲ πτώματα πονηρῶν.
17 σοῦ δὲ ἡ στολὴ θερμή·
ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.
18 στερεώσεις μετ᾽ αὐτοῦ εἰς παλαιώματα,*
ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως.‡
19 διὰ τί; δίδαξόν με τί ἐροῦμεν αὐτῷ·
καὶ παυσώμεθα πολλὰ λέγοντες.
20 μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν,
ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω;
21 πᾶσιν δ᾽ οὐχ ὁρατὸν τὸ φῶς,*
τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν,‡
ὥσπερ τὸ παρ᾽ αὐτοῦ ἐπὶ νεφῶν.
22 ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα·
ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ παντοκράτορος.
23 καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ·
ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν;
24 διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι,
φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ.
© Septuaginta, edited by Alfred Rahlfs, Second, Revised Edition, edited by Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.