1 Ὑπολαβὼν δὲ Ελιους λέγει
2 Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας Δίκαιός εἰμι ἔναντι κυρίου;
3 ἢ ἐρεῖς Τί ποιήσω ἁμαρτών;
4 ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶν φίλοις σου.
5 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ.
6 εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;
7 ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ;* ἢ τί ἐκ χειρός σου λήμψεται;
8 ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου,* καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.
9 ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται,* βοήσονται ἀπὸ βραχίονος πολλῶν.
10 καὶ οὐκ εἶπεν Ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με,‡ ὁ κατατάσσων φυλακὰς νυκτερινάς,
11 ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ;
12 ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ‡ καὶ ἀπὸ ὕβρεως πονηρῶν.
13 ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδεῖν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν
14 τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αἰνέσαι αὐτόν, ὡς ἔστιν.
15 καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος, ὀργὴν αὐτοῦ* καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα·
16 καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ,* ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.‡
© Septuaginta, edited by Alfred Rahlfs, Second, Revised Edition, edited by Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.