1 υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας
μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾽ αὐτῶν·
2 ψεύδη γὰρ μελετᾷ ἡ καρδία αὐτῶν,
καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
3 μετὰ σοφίας οἰκοδομεῖται οἶκος
καὶ μετὰ συνέσεως ἀνορθοῦται·
4 μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμιεῖα
ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
5 κρείσσων σοφὸς ἰσχυροῦ
καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου·
6 μετὰ κυβερνήσεως γίνεται πόλεμος,
βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
7 σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν·
σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου,
8 ἀλλὰ λογίζονται ἐν συνεδρίοις.
ἀπαιδεύτοις συναντᾷ θάνατος,
9 ἀποθνῄσκει δὲ ἄφρων ἐν ἁμαρτίαις·
ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
10 ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ.
11 ῥῦσαι ἀγομένους εἰς θάνατον
καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ·
12 ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον,
γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει,
καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα,
ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
13 φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον,
ἵνα γλυκανθῇ σου ὁ φάρυγξ·
14 οὕτως αἰσθήσῃ σοφίαν τῇ σῇ ψυχῇ·
ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου,
καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
15 μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων
μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας·
16 ἑπτάκι γὰρ πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται,
οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
17 ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ,
ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
18 ὅτι ὄψεται κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ,
καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾽ αὐτοῦ.
19 μὴ χαῖρε ἐπὶ κακοποιοῖς
μηδὲ ζήλου ἁμαρτωλούς·
20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν,
λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
21 φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα
καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·
22 ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς,
τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;
22a λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται,
δεχόμενος δὲ ἐδέξατο αὐτόν.
22b μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω,
καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ.
22c μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη,
ὃς δ᾽ ἂν παραδοθῇ, συντριβήσεται·
22d ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ,
σὺν νεύροις ἀνθρώπους ἀναλίσκει
22e καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει
καὶ συγκαίει ὥσπερ φλὸξ
ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.
23 Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν·
αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν·
24 ὁ εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν,
ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
25 οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται,
ἐπ᾽ αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή·
26 χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
27 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου
καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν
καὶ πορεύου κατόπισθέν μου
καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
28 μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην
μηδὲ πλατύνου σοῖς χείλεσιν·
29 μὴ εἴπῃς Ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ,
τείσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.
30 ὥσπερ γεώργιον ἀνὴρ ἄφρων,
καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
31 ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται
καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος,
οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
32 ὕστερον ἐγὼ μετενόησα,
ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.
33 ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ,
ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·
34 ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου
καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
1 ne aemuleris viros malos nec desideres esse cum eis
2 quia rapinas meditatur mens eorum
et fraudes labia eorum loquuntur
3 sapientia aedificabitur domus et prudentia roborabitur
4 in doctrina replebuntur cellaria
universa substantia pretiosa et pulcherrima
5 vir sapiens et fortis est et vir doctus robustus et validus
6 quia cum dispositione initur bellum
et erit salus ubi multa consilia sunt
7 excelsa stulto sapientia in porta non aperiet os suum
8 qui cogitat malefacere stultus vocabitur
9 cogitatio stulti peccatum est
et abominatio hominum detractor
10 si desperaveris lassus in die angustiae inminuetur fortitudo tua
11 erue eos qui ducuntur ad mortem
et qui trahuntur ad interitum liberare ne cesses
12 si dixeris vires non suppetunt
qui inspector est cordis ipse intellegit
et servatorem animae tuae nihil fallit
reddetque homini iuxta opera sua
13 comede fili mi mel quia bonum est
et favum dulcissimum gutturi tuo
14 sic et doctrina sapientiae animae tuae
quam cum inveneris habebis in novissimis
et spes tua non peribit
15 ne insidieris et quaeras impietatem in domo iusti
neque vastes requiem eius
16 septies enim cadet iustus et resurget
impii autem corruent in malum
17 cum ceciderit inimicus tuus ne gaudeas
et in ruina eius ne exultet cor tuum
18 ne forte videat Dominus et displiceat ei
et auferat ab eo iram suam
19 ne contendas cum pessimis nec aemuleris impios
20 quoniam non habent futurorum spem mali
et lucerna impiorum extinguetur
21 time Dominum fili mi et regem
et cum detractoribus non commiscearis
22 quoniam repente consurget perditio eorum
et ruinam utriusque quis novit
23 haec quoque sapientibus
Cognoscere personam in iudicio non est bonum
24 qui dicit impio iustus es
maledicent ei populi et detestabuntur eum
tribus
25 qui arguunt laudabuntur et super ipsos veniet benedictio
26 labia deosculabitur qui recta verba respondet
27 praepara foris opus tuum et diligenter exerce agrum tuum
ut postea aedifices domum tuam
28 ne sis testis frustra contra proximum tuum
nec lactes quemquam labiis tuis
29 ne dicas quomodo fecit mihi sic faciam ei
reddam unicuique secundum opus suum
30 per agrum hominis pigri transivi et per vineam viri stulti
31 et ecce totum repleverant urticae
operuerant superficiem eius spinae
et maceria lapidum destructa erat
32 quod cum vidissem posui in corde meo
et exemplo didici disciplinam
33 parum inquam dormies modicum dormitabis
pauxillum manus conseres ut
quiescas
34 et veniet quasi cursor egestas tua
et mendicitas quasi vir armatus