1 Παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ,
ὃς ἐβασίλευσεν ἐν Ισραηλ,
2 γνῶναι σοφίαν καὶ παιδείαν
νοῆσαί τε λόγους φρονήσεως
3 δέξασθαί τε στροφὰς λόγων
νοῆσαί τε δικαιοσύνην ἀληθῆ
καὶ κρίμα κατευθύνειν,
4 ἵνα δῷ ἀκάκοις πανουργίαν,
παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν·
5 τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται,
ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται
6 νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον
ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.
7 Ἀρχὴ σοφίας φόβος θεοῦ,
σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν·
εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως,
σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.
8 ἄκουε, υἱέ, παιδείαν πατρός σου
καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
9 στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ
καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ.
10 υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς,
μηδὲ βουληθῇς, ἐὰν παρακαλέσωσί σε λέγοντες
11 Ἐλθὲ μεθ᾽ ἡμῶν, κοινώνησον αἵματος,
κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως,
12 καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα
καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς·
13 τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα,
πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων·
14 τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν,
κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες,
καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν.
15 μὴ πορευθῇς ἐν ὁδῷ μετ᾽ αὐτῶν,
ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν·
16 οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν
καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα·
17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.
18 αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά,
ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή.
19 αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα·
τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται.
20 Σοφία ἐν ἐξόδοις ὑμνεῖται,
ἐν δὲ πλατείαις παρρησίαν ἄγει,
21 ἐπ᾽ ἄκρων δὲ τειχέων κηρύσσεται,
ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει,
ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει
22 Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται·
οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί,
ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν
23 καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις.
ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν,
διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.
24 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε
καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε,
25 ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς,
τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε,
26 τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι,
καταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος,
27 καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος,
ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ,
καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία,
ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος.
28 ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν·
ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν.
29 ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο
30 οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς,
ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.
31 τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς
καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται·
32 ἀνθ᾽ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται,
καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ.
33 ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾽ ἐλπίδι
καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.
1 Parabolae Salomonis filii David regis Israhel
2 ad sciendam sapientiam et disciplinam
3 ad intellegenda verba prudentiae
et suscipiendam eruditionem doctrinae
iustitiam et iudicium et aequitatem
4 ut detur parvulis astutia adulescenti scientia et intellectus
5 audiens sapiens sapientior erit
et intellegens gubernacula possidebit
6 animadvertet parabolam et interpretationem
verba sapientium et enigmata eorum
7 timor Domini principium scientiae
sapientiam atque doctrinam stulti despiciunt
8 audi fili mi disciplinam patris tui et ne dimittas legem matris tuae
9 ut addatur gratia capiti tuo et torques collo tuo
10 fili mi si te lactaverint peccatores ne adquiescas
11 si dixerint veni nobiscum insidiemur sanguini
abscondamus tendiculas contra insontem frustra
12 degluttiamus eum sicut infernus viventem
et integrum quasi descendentem in lacum
13 omnem pretiosam substantiam repperiemus
implebimus domos nostras spoliis
14 sortem mitte nobiscum marsuppium unum sit omnium nostrum
15 fili mi ne ambules cum eis prohibe pedem tuum a semitis eorum
16 pedes enim illorum ad malum currunt
et festinant ut effundant sanguinem
17 frustra autem iacitur rete ante oculos pinnatorum
18 ipsique contra sanguinem suum insidiantur
et moliuntur fraudes contra animas suas
19 sic semitae omnis avari animas possidentium rapiunt
20 sapientia foris praedicat in plateis dat vocem suam
21 in capite turbarum clamitat
in foribus portarum urbis profert verba sua dicens
22 usquequo parvuli diligitis infantiam
et stulti ea quae sibi sunt noxia cupiunt
et inprudentes odibunt scientiam
23 convertimini ad correptionem meam
en proferam vobis spiritum meum et ostendam verba mea
24 quia vocavi et rennuistis
extendi manum meam et non fuit qui aspiceret
25 despexistis omne consilium meum et increpationes meas neglexistis
26 ego quoque in interitu vestro ridebo
et subsannabo cum vobis quod timebatis advenerit
27 cum inruerit repentina calamitas
et interitus quasi tempestas ingruerit
quando venerit super vos tribulatio et angustia
28 tunc invocabunt me et non exaudiam
mane consurgent et non invenient me
29 eo quod exosam habuerint disciplinam
et timorem Domini non susceperint
30 nec adquieverint consilio meo
et detraxerint universae correptioni meae
31 comedent igitur fructus viae suae suisque consiliis saturabuntur
32 aversio parvulorum interficiet eos
et prosperitas stultorum perdet illos
33 qui autem me audierit absque terrore requiescet
et abundantia perfruetur malorum timore sublato