1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 2 Ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς. 3 καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν· 4 καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα· 5 καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα. 6 καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης. 7 καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος· 8 καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα· 9 καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ. 10 καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμα· 11 καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν· 12 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ. 13 καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ λέγων Αὕτη ἡ γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση· 14 ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ᾽ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν, 15 δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ᾽ ἀνατολάς.
16 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 17 Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη. 18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν. 19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη· 20 τῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ· 21 τῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων· 22 τῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι· 23 τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι, 24 τῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα· 25 τῆς φυλῆς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχ· 26 τῆς φυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα· 27 τῆς φυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι· 28 τῆς φυλῆς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ. 29 οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν.
1 locutus est Dominus ad Mosen
2 praecipe filiis Israhel et dices ad eos
cum ingressi fueritis terram Chanaan
et in possessionem vobis sorte ceciderit
his finibus terminabitur
3 pars meridiana incipiet a solitudine Sin quae est iuxta Edom
et habebit terminos contra orientem mare Salsissimum
4 qui circumibunt australem plagam per ascensum Scorpionis
ita ut transeant Senna
et perveniant in meridiem usque ad Cadesbarne
unde egredientur confinia ad villam nomine Addar
et tendent usque Asemona
5 ibitque per gyrum terminus ab Asemona usque ad torrentem
Aegypti
et maris Magni litore finietur
6 plaga autem occidentalis a mari Magno incipiet
et ipso fine cludetur
7 porro ad septentrionalem plagam
a mari Magno termini incipient
pervenientes usque ad montem Altissimum
8 a quo venies in Emath usque ad
terminos Sedada
9 ibuntque confinia usque Zephrona et villam Henan
hii erunt termini in parte aquilonis
10 inde metabuntur fines contra orientalem plagam
de villa Henan usque Sephama
11 et de Sephama descendent termini in Rebla contra fontem
inde pervenient contra orientem ad mare Chenereth
12 et tendent usque Iordanem
et ad ultimum Salsissimo cludentur mari
hanc habebitis terram per fines suos in circuitu
13 praecepitque Moses filiis Israhel dicens
haec erit terra quam possidebitis sorte
et quam iussit dari Dominus novem tribubus et dimidiae
tribui
14 tribus enim filiorum Ruben per familias suas
et tribus filiorum Gad iuxta cognationum numerum
media quoque tribus Manasse
15 id est duae semis tribus
acceperunt partem suam trans Iordanem contra Hiericho ad orientalem
plagam
16 et ait Dominus ad Mosen
17 haec sunt nomina virorum qui terram vobis divident
Eleazar sacerdos et Iosue filius Nun
18 et singuli principes de tribubus singulis
19 quorum ista sunt vocabula
de tribu Iuda Chaleb filius Iepphonne
20 de tribu Symeon Samuhel filius Ammiud
21 de tribu Beniamin Helidad filius Chaselon
22 de tribu filiorum Dan Bocci filius Iogli
23 filiorum Ioseph de tribu Manasse Hannihel filius Ephod
24 de tribu Ephraim Camuhel filius Sephtan
25 de tribu Zabulon Elisaphan filius Pharnach
26 de tribu Isachar dux Faltihel filius Ozan
27 de tribu Aser Ahiud filius Salomi
28 de tribu Nepthali Phedahel filius Ameiud
29 hii sunt quibus praecepit Dominus
ut dividerent filiis Israhel terram Chanaan