1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινα λέγων 2 Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ, ἣν ἐγὼ δίδωμι ὑμῖν, σάββατα τῷ κυρίῳ. 3 ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς. 4 τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα τῷ κυρίῳ· τὸν ἀγρόν σου οὐ σπερεῖς καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς 5 καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ. 6 καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι καὶ τῷ παιδί σου καὶ τῇ παιδίσκῃ σου καὶ τῷ μισθωτῷ σου καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ, 7 καὶ τοῖς κτήνεσίν σου καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γένημα αὐτοῦ εἰς βρῶσιν.
8 Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις, καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη. 9 καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός· τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν 10 καὶ ἁγιάσετε τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατρίδα αὐτοῦ ἀπελεύσεσθε. 11 ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς, 12 ὅτι ἀφέσεως σημασία ἐστίν, ἅγιον ἔσται ὑμῖν, ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γενήματα αὐτῆς.
13 Ἐν τῷ ἔτει τῆς ἀφέσεως σημασίᾳ αὐτῆς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ. 14 ἐὰν δὲ ἀποδῷ πρᾶσιν τῷ πλησίον σου ἐὰν καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου, μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον· 15 κατὰ ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον, κατὰ ἀριθμὸν ἐνιαυτῶν γενημάτων ἀποδώσεταί σοι. 16 καθότι ἂν πλεῖον τῶν ἐτῶν, πληθύνῃ τὴν ἔγκτησιν αὐτοῦ, καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν, ἐλαττονώσῃ τὴν κτῆσιν αὐτοῦ· ὅτι ἀριθμὸν γενημάτων αὐτοῦ οὕτως ἀποδώσεταί σοι. 17 μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου· ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν. 18 καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ φυλάξασθε καὶ ποιήσετε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες· 19 καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς, καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ᾽ αὐτῆς. 20 ἐὰν δὲ λέγητε Τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ, ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν; 21 καὶ ἀποστελῶ τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ, καὶ ποιήσει τὰ γενήματα αὐτῆς εἰς τὰ τρία ἔτη. 22 καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιά· ἕως τοῦ ἔτους τοῦ ἐνάτου, ἕως ἂν ἔλθῃ τὸ γένημα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν. 23 καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν, ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου· 24 καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς. — 25 ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ καὶ ἔλθῃ ὁ ἀγχιστεύων ἐγγίζων ἔγγιστα αὐτοῦ, καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ. 26 ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων καὶ εὐπορηθῇ τῇ χειρὶ καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ, 27 καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ καὶ ἀποδώσει ὃ ὑπερέχει τῷ ἀνθρώπῳ, ᾧ ἀπέδοτο ἑαυτὸν αὐτῷ, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ. 28 ἐὰν δὲ μὴ εὐπορηθῇ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν ὥστε ἀποδοῦναι αὐτῷ, καὶ ἔσται ἡ πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως· καὶ ἐξελεύσεται τῇ ἀφέσει, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.
29 Ἐὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν, ἔσται ἡ λύτρωσις αὐτῆς. 30 ἐὰν δὲ μὴ λυτρωθῇ, ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει. 31 αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήτωσαν· λυτρωταὶ διὰ παντὸς ἔσονται καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται. 32 καὶ αἱ πόλεις τῶν Λευιτῶν οἰκίαι τῶν πόλεων αὐτῶν κατασχέσεως λυτρωταὶ διὰ παντὸς ἔσονται τοῖς Λευίταις· 33 καὶ ὃς ἂν λυτρωσάμενος παρὰ τῶν Λευιτῶν, καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ισραηλ. 34 καὶ οἱ ἀγροὶ οἱ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται, ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν.
35 Ἐὰν δὲ πένηται ὁ ἀδελφός σου καὶ ἀδυνατήσῃ ταῖς χερσὶν παρὰ σοί, ἀντιλήμψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου, καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. 36 οὐ λήμψῃ παρ᾽ αὐτοῦ τόκον οὐδὲ ἐπὶ πλήθει καὶ φοβηθήσῃ τὸν θεόν σου — ἐγὼ κύριος —, καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. 37 τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμὸν οὐ δώσεις αὐτῷ τὰ βρώματά σου. 38 ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου δοῦναι ὑμῖν τὴν γῆν Χανααν ὥστε εἶναι ὑμῶν θεός.
39 Ἐὰν δὲ ταπεινωθῇ ὁ ἀδελφός σου παρὰ σοὶ καὶ πραθῇ σοι, οὐ δουλεύσει σοι δουλείαν οἰκέτου· 40 ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι, ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί. 41 καὶ ἐξελεύσεται τῇ ἀφέσει καὶ τὰ τέκνα αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ, εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται, 42 διότι οἰκέται μού εἰσιν οὗτοι, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου, οὐ πραθήσεται ἐν πράσει οἰκέτου· 43 οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου. 44 καὶ παῖς καὶ παιδίσκη, ὅσοι ἂν γένωνταί σοι ἀπὸ τῶν ἐθνῶν, ὅσοι κύκλῳ σού εἰσιν, ἀπ᾽ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην. 45 καὶ ἀπὸ τῶν υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν, ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν, ὅσοι ἂν γένωνται ἐν τῇ γῇ ὑμῶν· ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν. 46 καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεθ᾽ ὑμᾶς, καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα· τῶν ἀδελφῶν ὑμῶν τῶν υἱῶν Ισραηλ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχθοις.
47 Ἐὰν δὲ εὕρῃ ἡ χεὶρ τοῦ προσηλύτου ἢ τοῦ παροίκου τοῦ παρὰ σοὶ καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ἢ τῷ παροίκῳ τῷ παρὰ σοὶ ἐκ γενετῆς προσηλύτῳ, 48 μετὰ τὸ πραθῆναι αὐτῷ λύτρωσις ἔσται αὐτῷ· εἷς τῶν ἀδελφῶν αὐτοῦ λυτρώσεται αὐτόν, 49 ἀδελφὸς πατρὸς αὐτοῦ ἢ υἱὸς ἀδελφοῦ πατρὸς λυτρώσεται αὐτὸν ἢ ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ λυτρώσεται αὐτόν· ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶν λυτρώσηται ἑαυτόν, 50 καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους, οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ, ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετ᾽ αὐτοῦ. 51 ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν ᾖ, πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ· 52 ἐὰν δὲ ὀλίγον καταλειφθῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ, καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ. 53 ὡς μισθωτὸς ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἔσται μετ᾽ αὐτοῦ· οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ ἐνώπιόν σου. 54 ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα, ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετ᾽ αὐτοῦ. 55 ὅτι ἐμοὶ οἱ υἱοὶ Ισραηλ οἰκέται, παῖδές μου οὗτοί εἰσιν, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.
1 locutusque est Dominus ad Mosen in monte Sinai dicens
2 loquere filiis Israhel et dices ad eos
quando ingressi fueritis terram quam ego dabo vobis
sabbatizet sabbatum Domini
3 sex annis seres agrum tuum
et sex annis putabis vineam tuam colligesque fructus eius
4 septimo autem anno sabbatum erit terrae requietionis Domini
agrum non seres et vineam non putabis
5 quae sponte gignit humus non metes
et uvas primitiarum tuarum non colliges quasi vindemiam
annus enim requietionis terrae est
6 sed erunt vobis in cibum
tibi et servo tuo ancillae et mercennario tuo
et advenae qui peregrinantur apud te
7 iumentis tuis et pecoribus
omnia quae nascuntur praebebunt cibum
8 numerabis quoque tibi septem ebdomades annorum
id est septem septies
quae simul faciunt annos quadraginta novem
9 et clanges bucina mense septimo decima
die mensis
propitiationis tempore in universa terra vestra
10 sanctificabisque annum quinquagesimum
et vocabis remissionem cunctis habitatoribus terrae tuae
ipse est enim iobeleus
revertetur homo ad possessionem suam
et unusquisque rediet ad familiam
pristinam
11 quia iobeleus est et quinquagesimus annus
non seretis neque metetis
sponte in agro nascentia et primitias vindemiae non colligetis
12 ob sanctificationem iobelei
sed statim ablata comedetis
13 anno iobelei redient omnes ad possessiones suas
14 quando vendes quippiam civi tuo vel emes ab eo
ne contristes fratrem tuum
sed iuxta numerum annorum iobelei emes ab eo
15 et iuxta supputationem frugum vendet tibi
16 quanto plus anni remanserint post iobeleum
tanto crescet et pretium
et quanto minus temporis numeraveris
tanto minoris et emptio constabit
tempus enim frugum vendet tibi
17 nolite adfligere contribules vestros
sed timeat unusquisque Deum suum quia ego Dominus Deus vester
18 facite praecepta mea et iudicia custodite et implete ea
ut habitare possitis in terra absque ullo pavore
19 et gignat vobis humus fructus suos
quibus vescamini usque ad saturitatem nullius impetum formidantes
20 quod si dixeritis quid comedemus anno septimo
si non seruerimus neque collegerimus fruges
nostras
21 dabo benedictionem meam vobis anno sexto
et faciet fructus trium annorum
22 seretisque anno octavo
et comedetis veteres fruges usque ad nonum annum
donec nova nascantur edetis vetera
23 terra quoque non veniet in
perpetuum
quia mea est et vos advenae et coloni mei estis
24 unde cuncta regio possessionis vestrae
sub redemptionis condicione vendetur
25 si adtenuatus frater tuus vendiderit possessiunculam suam
et voluerit propinquus eius potest redimere quod
ille vendiderat
26 sin autem non habuerit proximum
et ipse pretium ad redimendum potuerit invenire
27 conputabuntur fructus ex eo tempore quo vendidit
et quod reliquum est reddet emptori
sicque recipiet possessionem suam
28 quod si non invenerit manus eius ut reddat pretium
habebit emptor quod emerat usque ad annum iobeleum
in ipso enim omnis venditio redit ad
dominum et ad possessorem pristinum
29 qui vendiderit domum intra urbis muros
habebit licentiam redimendi donec unus impleatur annus
30 si non redemerit et anni circulus fuerit evolutus
emptor possidebit eam et posteri eius in perpetuum
et redimi non poterit etiam in iobeleo
31 sin autem in villa fuerit domus quae muros non habet
agrorum iure vendetur
si ante redempta non fuerit in iobeleo revertetur ad dominum
32 aedes Levitarum quae in urbibus sunt semper possunt redimi
33 si redemptae non fuerint in iobeleo revertentur ad dominos
quia domus urbium leviticarum pro possessionibus
sunt inter filios Israhel
34 suburbana autem eorum non venient
quia possessio sempiterna est
35 si adtenuatus fuerit frater tuus et infirmus manu
et susceperis eum quasi advenam et peregrinum et vixerit tecum
36 ne accipias usuras ab eo nec amplius quam
dedisti
time Deum tuum ut vivere possit frater tuus apud te
37 pecuniam tuam non dabis ei ad usuram
et frugum superabundantiam non exiges
38 ego Dominus Deus vester qui eduxi vos de terra Aegypti
ut darem vobis terram Chanaan et essem vester Deus
39 si paupertate conpulsus vendiderit se tibi frater tuus
non eum opprimes servitute famulorum
40 sed quasi mercennarius et colonus erit
usque ad annum iobeleum operabitur apud te
41 et postea egredietur cum liberis suis
et revertetur ad cognationem et ad possessionem patrum suorum
42 mei enim servi sunt et ego eduxi eos de terra Aegypti
non venient condicione servorum
43 ne adfligas eum per potentiam sed metuito Deum tuum
44 servus et ancilla sint vobis de nationibus quae in circuitu vestro sunt
45 et de advenis qui peregrinantur apud vos
vel qui ex his nati fuerint in terra vestra
hos habebitis famulos
46 et hereditario iure transmittetis ad posteros ac possidebitis in
aeternum
fratres autem vestros filios Israhel ne opprimatis per potentiam
47 si invaluerit apud vos manus advenae atque peregrini
et adtenuatus frater tuus vendiderit se ei aut cuiquam de stirpe eius
48 post venditionem potest redimi
qui voluerit ex fratribus suis redimet eum
49 et patruus et patruelis et consanguineus et adfinis
sin autem et ipse potuerit redimet se
50 supputatis dumtaxat annis
a tempore venditionis suae usque ad annum iobeleum
et pecunia qua venditus fuerat
iuxta annorum numerum et rationem mercennarii supputata
51 si plures fuerint anni qui remanent usque ad iobeleum
secundum hos reddet et pretium
52 si pauci ponet rationem cum eo iuxta annorum numerum
et reddet emptori quod reliquum est annorum
53 quibus ante servivit mercedibus inputatis
non adfliget eum violenter in conspectu tuo
54 quod si per haec redimi non potuerit
anno iobeleo egredietur cum liberis suis
55 mei sunt enim servi filii Israhel quos eduxi de
terra Aegypti