1 Ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπ᾽ αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ᾽ αὐτὸ λίβανον· θυσία ἐστίν. 2 καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ααρων τοὺς ἱερεῖς, καὶ δραξάμενος ἀπ᾽ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον· θυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ. 3 καὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ· ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν κυρίου. — 4 ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐν κλιβάνῳ, δῶρον κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ. — 5 ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου, σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ, ἄζυμα ἔσται· 6 καὶ διαθρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεεῖς ἐπ᾽ αὐτὰ ἔλαιον· θυσία ἐστὶν κυρίῳ. — 7 ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου, σεμίδαλις ἐν ἐλαίῳ ποιηθήσεται. 8 καὶ προσοίσει τὴν θυσίαν, ἣν ἂν ποιῇ ἐκ τούτων, τῷ κυρίῳ· καὶ προσοίσει πρὸς τὸν ἱερέα, καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον 9 ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον· κάρπωμα, ὀσμὴ εὐωδίας κυρίῳ. 10 τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ· ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων κυρίου.
11 Πᾶσαν θυσίαν, ἣν ἂν προσφέρητε κυρίῳ, οὐ ποιήσετε ζυμωτόν· πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι, οὐ προσοίσετε ἀπ᾽ αὐτοῦ καρπῶσαι κυρίῳ. 12 δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ κυρίῳ, ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας κυρίῳ. 13 καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται· οὐ διαπαύσετε ἅλα διαθήκης κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν, ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε κυρίῳ τῷ θεῷ ὑμῶν ἅλας. — 14 ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογενημάτων τῷ κυρίῳ, νέα πεφρυγμένα χῖδρα ἐρεικτὰ τῷ κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογενημάτων 15 καὶ ἐπιχεεῖς ἐπ᾽ αὐτὴν ἔλαιον καὶ ἐπιθήσεις ἐπ᾽ αὐτὴν λίβανον· θυσία ἐστίν. 16 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς· κάρπωμά ἐστιν κυρίῳ.
1 anima cum obtulerit oblationem sacrificii Domino
simila erit eius oblatio fundetque super eam oleum et ponet tus
2 ac deferet ad filios Aaron sacerdotes
quorum unus tollet pugillum plenum similae et olei ac totum tus
et ponet memoriale super altare in odorem suavissimum Domino
3 quod autem reliquum fuerit de sacrificio erit Aaron et filiorum eius
sanctum sanctorum de oblationibus Domini
4 cum autem obtuleris sacrificium coctum in clibano de simila
panes scilicet absque fermento conspersos oleo
et lagana azyma oleo lita
5 si oblatio tua fuerit de sartagine
similae conspersae oleo et absque fermento
6 divides eam minutatim et fundes supra oleum
7 sin autem de craticula sacrificium
aeque simila oleo conspergetur
8 quam offeres Domino tradens manibus
sacerdotis
9 qui cum obtulerit eam tollet memoriale de sacrificio
et adolebit super altare in odorem suavitatis Domino
10 quicquid autem reliquum est erit Aaron et filiorum eius
sanctum sanctorum de oblationibus Domini
11 omnis oblatio quae offertur Domino absque fermento fiet
nec quicquam fermenti ac mellis adolebitur in sacrificio
Domini
12 primitias tantum eorum offeretis et munera
super altare vero non ponentur in
odorem suavitatis
13 quicquid obtuleris sacrificii sale condies
nec auferes sal foederis Dei tui de sacrificio tuo
in omni oblatione offeres sal
14 sin autem obtuleris munus primarum frugum
tuarum Domino
de spicis adhuc virentibus
torres eas igni
et confringes in morem farris
et sic offeres primitias tuas Domino
15 fundens supra oleum et tus inponens
quia oblatio Domini est
16 de qua adolebit sacerdos in memoriam muneris
partem farris fracti et olei ac totum tus