1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων 2 Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς αὐτοῖς Ἀνδρὶ ἀνδρί, ᾧ ἐὰν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ῥύσις αὐτοῦ ἀκάθαρτός ἐστιν. 3 καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ῥέων γόνον ἐκ σώματος αὐτοῦ ἐκ τῆς ῥύσεως, ἧς συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ, ᾗ συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, ἀκαθαρσία αὐτοῦ ἐστιν. 4 πᾶσα κοίτη, ἐφ᾽ ᾗ ἐὰν κοιμηθῇ ἐπ᾽ αὐτῆς ὁ γονορρυής, ἀκάθαρτός ἐστιν, καὶ πᾶν σκεῦος, ἐφ᾽ ὃ ἐὰν καθίσῃ ἐπ᾽ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται. 5 καὶ ἄνθρωπος, ὃς ἂν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 6 καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ᾽ ὃ ἐὰν καθίσῃ ὁ γονορρυής, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 7 καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 8 ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 9 καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφ᾽ ὃ ἂν ἐπιβῇ ἐπ᾽ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. 10 καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἐὰν ᾖ ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 11 καὶ ὅσων ἐὰν ἅψηται ὁ γονορρυὴς καὶ τὰς χεῖρας οὐ νένιπται, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 12 καὶ σκεῦος ὀστράκινον, οὗ ἂν ἅψηται ὁ γονορρυής, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται. — 13 ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται. 14 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖ· 15 καὶ ποιήσει αὐτὰ ὁ ἱερεύς, μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.
16 Καὶ ἄνθρωπος, ᾧ ἐὰν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 17 καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἐφ᾽ ὃ ἐὰν ᾖ ἐπ᾽ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. 18 καὶ γυνή, ἐὰν κοιμηθῇ ἀνὴρ μετ᾽ αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας.
19 Καὶ γυνή, ἥτις ἐὰν ᾖ ῥέουσα αἵματι, ἔσται ἡ ῥύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, 20 καὶ πᾶν, ἐφ᾽ ὃ ἂν κοιτάζηται ἐπ᾽ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται, καὶ πᾶν, ἐφ᾽ ὃ ἂν ἐπικαθίσῃ ἐπ᾽ αὐτό, ἀκάθαρτον ἔσται. 21 καὶ πᾶς, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 22 καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾽ αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 23 ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης ἢ ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾽ αὐτῷ, ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 24 ἐὰν δὲ κοίτῃ τις κοιμηθῇ μετ᾽ αὐτῆς καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ᾽ αὐτῷ, καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας, καὶ πᾶσα κοίτη, ἐφ᾽ ᾗ ἂν κοιμηθῇ ἐπ᾽ αὐτῆς, ἀκάθαρτος ἔσται.
25 Καὶ γυνή, ἐὰν ῥέῃ ῥύσει αἵματος ἡμέρας πλείους οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ῥέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας αὐτῆς καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου, ἀκάθαρτος ἔσται. 26 καὶ πᾶσαν κοίτην, ἐφ᾽ ἣν ἂν κοιμηθῇ ἐπ᾽ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ῥύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος, ἐφ᾽ ὃ ἐὰν καθίσῃ ἐπ᾽ αὐτό, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου. 27 πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 28 ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ῥύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καθαρισθήσεται. 29 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται αὐτῇ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, 30 καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτῆς.
31 Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ισραηλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς. — 32 οὗτος ὁ νόμος τοῦ γονορρυοῦς καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος ὥστε μιανθῆναι ἐν αὐτῇ 33 καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς καὶ ὁ γονορρυὴς ἐν τῇ ῥύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρί, ὃς ἂν κοιμηθῇ μετὰ ἀποκαθημένης.
1 locutusque est Dominus ad Mosen et Aaron dicens
2 loquimini filiis Israhel et dicite eis
vir qui patitur fluxum seminis inmundus erit
3 et tunc iudicabitur huic vitio subiacere
cum per momenta singula adheserit carni illius atque concreverit foedus humor
4 omne stratum in quo dormierit inmundum erit
et ubicumque sederit
5 si quis hominum tetigerit lectum eius
lavabit vestimenta sua
et ipse lotus aqua inmundus erit usque ad vesperum
6 si sederit ubi ille sederat et ipse lavabit vestimenta sua
et lotus aqua inmundus erit usque ad vesperum
7 qui tetigerit carnem eius lavabit vestimenta sua
et ipse lotus aqua inmundus erit usque ad vesperum
8 si salivam huiuscemodi homo iecerit super eum qui mundus est
lavabit vestem suam
et lotus aqua inmundus erit usque ad vesperum
9 sagma super quo sederit inmundum erit
10 et quicquid sub eo fuerit qui fluxum seminis patitur
pollutum erit usque ad vesperum
qui portaverit horum aliquid
lavabit vestem suam
et ipse lotus aqua inmundus erit usque ad vesperum
11 omnis quem tetigerit qui talis est
non lotis ante manibus
lavabit vestimenta sua
et lotus aqua inmundus erit usque ad vesperum
12 vas fictile quod tetigerit confringetur
vas autem ligneum lavabitur aqua
13 si sanatus fuerit qui huiuscemodi sustinet passionem
numerabit septem dies post emundationem sui
et lotis vestibus ac toto corpore in aquis viventibus erit
mundus
14 die autem octavo sumet duos turtures aut duos pullos columbae
et veniet in conspectu Domini
ad ostium tabernaculi testimonii
dabitque eos sacerdoti
15 qui faciet unum pro peccato et alterum in holocaustum
rogabitque pro eo coram Domino ut emundetur a fluxu seminis sui
16 vir de quo egreditur semen coitus lavabit aqua omne corpus suum
et inmundus erit usque ad vesperum
17 vestem et pellem quam habuerit lavabit aqua
et inmunda erit usque ad vesperum
18 mulier cum qua coierit lavabitur aqua
et inmunda erit usque ad vesperum
19 mulier quae redeunte mense patitur fluxum sanguinis
septem diebus separabitur
20 omnis qui tetigerit eam inmundus erit usque ad vesperum
21 et in quo dormierit vel sederit diebus separationis suae polluetur
22 qui tetigerit lectum eius lavabit vestimenta sua
et ipse lotus aqua inmundus erit usque ad vesperum
23 omne vas super quo illa sederit
quisquis adtigerit
lavabit vestimenta sua
et lotus aqua pollutus erit usque ad vesperum
24 si coierit cum ea vir tempore sanguinis menstrualis
inmundus erit septem diebus
et omne stratum in quo dormierit polluetur
25 mulier quae patitur multis diebus fluxum sanguinis
non in tempore menstruali
vel quae post menstruum sanguinem fluere non cessat
quamdiu huic subiacet passioni
inmunda erit quasi sit in tempore menstruo
26 omne stratum in quo dormierit et vas in quo sederit pollutum erit
27 quicumque tetigerit eam lavabit vestimenta sua
et ipse lotus aqua inmundus erit usque ad vesperum
28 si steterit sanguis et fluere cessarit
numerabit septem dies purificationis suae
29 et octavo die offeret pro se sacerdoti
duos turtures vel duos pullos columbae
ad ostium tabernaculi testimonii
30 qui unum faciet pro peccato et alterum in holocaustum
rogabitque pro ea coram Domino
et pro fluxu inmunditiae eius
31 docebitis ergo filios Israhel ut caveant inmunditiam
et non moriantur in sordibus suis
cum polluerint tabernaculum meum quod est inter eos
32 ista est lex eius qui patitur fluxum seminis et qui polluitur coitu
33 et quae menstruis temporibus separatur
vel quae iugi fluit sanguine
et hominis qui dormierit cum ea