1 Ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν — ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτῆς — καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν καὶ πρὸς Ισραηλ, 2 καὶ ἐφοβήθησαν ἐν αὐτοῖς σφόδρα· ᾔδει γὰρ ὅτι μεγάλη πόλις Γαβαων ὡσεὶ μία τῶν μητροπόλεων καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί. 3 καὶ ἀπέστειλεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ πρὸς Αιλαμ βασιλέα Χεβρων καὶ πρὸς Φιδων βασιλέα Ιεριμουθ καὶ πρὸς Ιεφθα βασιλέα Λαχις καὶ πρὸς Δαβιρ βασιλέα Οδολλαμ λέγων 4 Δεῦτε ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαων· αὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ισραηλ. 5 καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ιεβουσαίων, βασιλεὺς Ιερουσαλημ καὶ βασιλεὺς Χεβρων καὶ βασιλεὺς Ιεριμουθ καὶ βασιλεὺς Λαχις καὶ βασιλεὺς Οδολλαμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν, καὶ περιεκάθισαν τὴν Γαβαων καὶ ἐξεπολιόρκουν αὐτήν. 6 καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα λέγοντες Μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ ἐξελοῦ ἡμᾶς καὶ βοήθησον ἡμῖν· ὅτι συνηγμένοι εἰσὶν ἐφ᾽ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Αμορραίων οἱ κατοικοῦντες τὴν ὀρεινήν. 7 καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγαλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ᾽ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύι. 8 καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς αὐτούς· εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς, οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν. 9 καὶ ἐπιπαρεγένετο ἐπ᾽ αὐτοὺς Ἰησοῦς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγαλων. 10 καὶ ἐξέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, καὶ συνέτριψεν αὐτοὺς κύριος σύντριψιν μεγάλην ἐν Γαβαων, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ωρωνιν καὶ κατέκοπτον αὐτοὺς ἕως Αζηκα καὶ ἕως Μακηδα. 11 ἐν τῷ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ ἐπὶ τῆς καταβάσεως Ωρωνιν καὶ κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Αζηκα, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ισραηλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.
12 Τότε ἐλάλησεν Ἰησοῦς πρὸς κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Αμορραῖον ὑποχείριον Ισραηλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ισραηλ, καὶ εἶπεν Ἰησοῦς
Στήτω ὁ ἥλιος κατὰ Γαβαων
καὶ ἡ σελήνη κατὰ φάραγγα Αιλων.
13 καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει,
ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτῶν.
καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ, οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς. 14 καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου, ὅτι κύριος συνεπολέμησεν τῷ Ισραηλ.
16 Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδα. 17 καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες Εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδα. 18 καὶ εἶπεν Ἰησοῦς Κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ᾽ αὐτούς, 19 ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκεν γὰρ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. 20 καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς, 21 καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδα ὑγιεῖς, καὶ οὐκ ἔγρυξεν οὐθεὶς τῶν υἱῶν Ισραηλ τῇ γλώσσῃ αὐτοῦ. 22 καὶ εἶπεν Ἰησοῦς Ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου. 23 καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα Ιερουσαλημ καὶ τὸν βασιλέα Χεβρων καὶ τὸν βασιλέα Ιεριμουθ καὶ τὸν βασιλέα Λαχις καὶ τὸν βασιλέα Οδολλαμ. 24 καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ισραηλ καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ λέγων αὐτοῖς Προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. 25 καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτως ποιήσει κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς. 26 καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων, καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας. 27 καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας.
28 Καὶ τὴν Μακηδα ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδεὶς διασεσῳσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδα ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω.
29 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ ἐκ Μακηδα εἰς Λεβνα καὶ ἐπολιόρκει Λεβνα. 30 καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας Ισραηλ, καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδὲ εἷς διασεσῳσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω.
31 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ ἐκ Λεβνα εἰς Λαχις καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν. 32 καὶ παρέδωκεν κύριος τὴν Λαχις εἰς τὰς χεῖρας Ισραηλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνα. — 33 τότε ἀνέβη Αιλαμ βασιλεὺς Γαζερ βοηθήσων τῇ Λαχις, καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσῳσμένον καὶ διαπεφευγότα.
34 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ ἐκ Λαχις εἰς Οδολλαμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκησεν αὐτήν. 35 καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ Ισραηλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχις.
36 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ εἰς Χεβρων καὶ περιεκάθισεν αὐτήν. 37 καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον, ὅσα ἦν ἐν αὐτῇ, οὐκ ἦν διασεσῳσμένος· ὃν τρόπον ἐποίησαν τὴν Οδολλαμ, ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ.
38 Καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ισραηλ εἰς Δαβιρ καὶ περικαθίσαντες αὐτὴν 39 ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσῳσμένον· ὃν τρόπον ἐποίησαν τὴν Χεβρων καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβιρ καὶ τῷ βασιλεῖ αὐτῆς.
40 Καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν Ασηδωθ καὶ τοὺς βασιλεῖς αὐτῆς, οὐ κατέλιπον αὐτῶν σεσῳσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλέθρευσεν, ὃν τρόπον ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ. 41 ἀπὸ Καδης Βαρνη ἕως Γάζης, πᾶσαν τὴν Γοσομ ἕως τῆς Γαβαων, 42 καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰς ἅπαξ, ὅτι κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τῷ Ισραηλ.
1 quae cum audisset Adonisedec rex Hierusalem
quod scilicet cepisset Iosue Ahi et subvertisset eam
sicut enim fecerat Hiericho et regi eius sic fecit Ahi et regi illius
et quod transfugissent Gabaonitae ad Israhel
et essent foederati eorum
2 timuit valde urbs enim magna erat Gabaon
et una regalium civitatum et maior oppido Ahi
omnesque bellatores eius fortissimi
3 misit ergo Adonisedec rex Hierusalem
ad Oham regem Hebron et ad Pharam regem Hieremoth
ad Iaphie quoque regem Lachis et ad Dabir regem Eglon dicens
4 ascendite ad me et ferte praesidium ut expugnemus
Gabaon
quare transfugerit ad Iosue et filios Israhel
5 congregati igitur ascenderunt quinque reges Amorreorum
rex Hierusalem rex Hebron rex Hieremoth rex Lachis rex Eglon
simul cum exercitibus suis
et castrametati sunt circa Gabaon obpugnantes eam
6 habitatores autem Gabaon urbis obsessae
miserunt ad Iosue qui tunc morabatur in castris apud Galgalam
et dixerunt ei
ne retrahas manus tuas ab auxilio servorum tuorum
ascende cito et libera nos ferque praesidium
convenerunt enim adversum nos omnes reges Amorreorum
qui habitant in montanis
7 ascenditque Iosue de Galgalis
et omnis exercitus bellatorum cum eo viri fortissimi
8 dixitque Dominus ad Iosue
ne timeas eos in manus enim tuas tradidi illos
nullus tibi ex eis resistere poterit
9 inruit itaque Iosue super eos repente
tota ascendens nocte de Galgalis
10 et conturbavit eos Dominus a facie Israhel
contrivitque plaga magna in Gabaon
ac persecutus est per viam ascensus Bethoron
et percussit usque Azeca et Maceda
11 cumque fugerent filios Israhel
et essent in descensu Bethoron
Dominus misit super eos lapides magnos de caelo usque Azeca
et mortui sunt multo plures lapidibus grandinis
quam quos gladio percusserant filii Israhel
12 tunc locutus est Iosue Domino
in die qua tradidit Amorreum in conspectu
filiorum Israhel
dixitque coram eis
sol contra Gabaon ne movearis et luna contra vallem Ahialon
13 steteruntque sol et luna donec ulcisceretur se gens de inimicis suis
nonne scriptum est hoc in libro Iustorum
stetit itaque sol in medio caeli
et non festinavit occumbere spatio unius diei
14 non fuit ante et postea tam longa dies
oboediente Domino voci hominis et pugnante pro Israhel
15 reversusque est Iosue cum omni Israhel in castra Galgalae
16 fugerant enim quinque reges
et se absconderant in spelunca urbis Maceda
17 nuntiatumque est Iosue quod inventi essent quinque reges
latentes in spelunca Maceda
18 qui praecepit sociis et ait volvite saxa ingentia ad os speluncae
et ponite viros industrios qui clausos custodiant
19 vos autem nolite stare
sed persequimini hostes et extremos quosque fugientium caedite
ne dimittatis eos urbium suarum intrare praesidia
quos tradidit Dominus Deus in manus vestras
20 caesis igitur adversariis plaga magna
et usque ad internicionem paene consumptis
hii qui Israhel effugere potuerunt
ingressi sunt civitates munitas
21 reversusque est omnis exercitus ad Iosue in Maceda
ubi tunc erant castra
sani et integro numero
nullusque contra filios Israhel muttire ausus est
22 praecepitque Iosue dicens aperite os speluncae
et producite ad me quinque reges qui in ea latitant
23 fecerunt ministri ut sibi fuerat imperatum
et eduxerunt ad eum quinque reges de spelunca
regem Hierusalem regem Hebron regem Hieremoth
regem Lachis regem Eglon
24 cumque educti essent ad eum vocavit omnes viros Israhel
et ait ad principes exercitus qui secum erant
ite et ponite pedes super colla regum istorum
qui cum perrexissent et subiectorum pedibus colla
calcarent
25 rursum ait ad eos
nolite timere nec paveatis
confortamini et estote robusti
sic enim faciet Dominus cunctis hostibus vestris
adversum quos dimicatis
26 percussitque Iosue et interfecit eos
atque suspendit super quinque stipites
fueruntque suspensi usque ad vesperum
27 cumque occumberet sol praecepit sociis
ut deponerent eos de patibulis
qui depositos proiecerunt in speluncam in qua latuerant
et posuerunt super os eius saxa ingentia
quae permanent usque in praesens
28 eodem die Macedam quoque cepit Iosue
et percussit in ore gladii
regemque illius interfecit et omnes habitatores eius
non dimisit in ea saltim parvas reliquias
fecitque regi Maceda sicut fecerat regi Hiericho
29 transivit cum omni Israhel de Maceda in Lebna
et pugnabat contra eam
30 quam tradidit Dominus cum rege suo in manu Israhel
percusseruntque urbem in ore gladii et omnes habitatores eius
non dimiserunt in ea ullas reliquias
feceruntque regi Lebna sicut fecerant regi
Hiericho
31 de Lebna transivit in Lachis
et exercitu per gyrum disposito obpugnabat eam
32 tradiditque Dominus Lachis in manu Israhel
et cepit eam die altero atque percussit in ore gladii
omnemque animam quae fuerat in ea sicut fecerat Lebna
33 eo tempore ascendit Hiram rex Gazer ut auxiliaretur Lachis
quem percussit Iosue cum omni populo eius usque ad internicionem
34 transivitque de Lachis in Eglon
et circumdedit
35 atque expugnavit eam eadem die
percussitque in ore gladii omnes animas quae erant in ea
iuxta omnia quae fecerat Lachis
36 ascendit quoque cum omni Israhele de
Eglon in Hebron
et pugnavit contra eam
37 cepitque et percussit in ore gladii
regem quoque eius et omnia oppida regionis illius
universasque animas quae in ea fuerant commoratae
non reliquit in ea ullas reliquias
sicut fecerat Eglon sic fecit et Hebron
cuncta quae in ea repperit consumens gladio
38 inde reversus in Dabir
39 cepit eam atque
vastavit
regem quoque eius et omnia per circuitum oppida percussit in
ore gladii
non dimisit in ea ullas reliquias
sicut fecerat Hebron et Lebna et regibus earum
sic fecit Dabir et regi illius
40 percussit itaque Iosue omnem terram montanam et meridianam atque
campestrem
et Asedoth cum regibus suis
non dimisit in ea ullas reliquias
sed omne quod spirare poterat interfecit
sicut praeceperat ei Dominus Deus Israhel
41 a Cadesbarne usque Gazam omnem terram Gosen usque Gabaon
42 universos reges et regiones eorum uno cepit impetu atque vastavit
Dominus enim Deus Israhel pugnabat pro eo
43 reversusque est cum omni Israhele ad locum castrorum in Galgala