1 Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
2 Οἶδα ὅτι πάντα δύνασαι,
ἀδυνατεῖ δέ σοι οὐθέν.
3 τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν;
φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν;
τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν,
μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην;
4 ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω·
ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον.
5 ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον,
νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε·
6 διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην,
ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
7 Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ιωβ εἶπεν ὁ κύριος Ελιφας τῷ Θαιμανίτῃ
Ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου·
οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν
ὥσπερ ὁ θεράπων μου Ιωβ.
8 νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς
καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ,
καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν·
Ιωβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν,*
ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι·‡
εἰ μὴ γὰρ δι᾽ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς·
οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ιωβ. —
9 ἐπορεύθη δὲ Ελιφας ὁ Θαιμανίτης καὶ Βαλδαδ ὁ Σαυχίτης καὶ Σωφαρ ὁ Μιναῖος
καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος,
καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ.
10 ὁ δὲ κύριος ηὔξησεν τὸν Ιωβ·
εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν·
ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ιωβ εἰς διπλασιασμόν.
11 ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ
πάντα τὰ συμβεβηκότα αὐτῷ
καὶ ἦλθον πρὸς αὐτὸν
καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου·
φαγόντες δὲ καὶ πιόντες παρ᾽ αὐτῷ παρεκάλεσαν αὐτόν,
καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος·
ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον.
12 ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ ἢ τὰ ἔμπροσθεν·
ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια,
κάμηλοι ἑξακισχίλιαι,
ζεύγη βοῶν χίλια,
ὄνοι θήλειαι νομάδες χίλιαι.
13 γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς·
14 καὶ ἐκάλεσεν τὴν μὲν πρώτην Ἡμέραν,
τὴν δὲ δευτέραν Κασίαν,
τὴν δὲ τρίτην Ἀμαλθείας κέρας·
15 καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτῶν ἐν τῇ ὑπ᾽ οὐρανόν·
ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.
16 ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα,
τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ·*
καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν·
17 καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.‡
17a γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾽ ὧν ὁ κύριος ἀνίστησιν.
17b Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου
ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ιδουμαίας καὶ Ἀραβίας,
προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ιωβαβ·
17c λαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα Εννων,
ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε, τῶν Ησαυ υἱῶν υἱός, μητρὸς δὲ Βοσορρας,
ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ.
17d καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ, ἧς καὶ αὐτὸς ἦρξεν χώρας·
πρῶτος Βαλακ ὁ τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα·
μετὰ δὲ Βαλακ Ιωβαβ ὁ καλούμενος Ιωβ·
μετὰ δὲ τοῦτον Ασομ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας·
μετὰ δὲ τοῦτον Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ.
17e οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι·
Ελιφας τῶν Ησαυ υἱῶν Θαιμανων βασιλεύς,
Βαλδαδ ὁ Σαυχαίων τύραννος,
Σωφαρ ὁ Μιναίων βασιλεύς.
1 respondens autem Iob Domino dixit
2 scio quia omnia potes et nulla te latet cogitatio
3 quis est iste qui celat consilium absque scientia
ideo insipienter locutus sum
et quae ultra modum excederent scientiam meam
4 audi et ego loquar
interrogabo et ostende mihi
5 auditu auris audivi te nunc autem oculus meus videt te
6 idcirco ipse me reprehendo et ago paenitentiam in favilla et cinere
7 postquam autem locutus est Dominus verba haec ad Iob
dixit ad Eliphaz Themaniten
iratus est furor meus in te et in duos amicos tuos
quoniam non estis locuti coram me rectum sicut servus meus Iob
8 sumite igitur vobis septem tauros et septem arietes
et ite ad servum meum Iob
et offerte holocaustum pro vobis
Iob autem servus meus orabit pro vobis
faciem eius suscipiam ut non vobis inputetur stultitia
neque enim locuti estis ad me recta sicut servus meus Iob
9 abierunt ergo Eliphaz Themanites et Baldad Suites et Sophar Naamathites
et fecerunt sicut locutus fuerat ad eos Dominus
et suscepit Dominus faciem Iob
10 Dominus quoque conversus est ad paenitentiam Iob
cum oraret ille pro amicis suis
et addidit Dominus omnia quaecumque fuerant Iob duplicia
11 venerunt autem ad eum omnes fratres sui
et universae sorores suae et cuncti qui noverant eum prius
et comederunt cum eo panem in domo eius
et moverunt super eum caput
et consolati sunt eum super omni malo
quod intulerat Dominus super eum
et dederunt ei unusquisque ovem unam et inaurem auream unam
12 Dominus autem benedixit novissimis Iob
magis quam principio eius
et facta sunt ei quattuordecim milia ovium
et sex milia camelorum et mille iuga boum et mille asinae
13 et fuerunt ei septem filii et filiae tres
14 et vocavit nomen unius Diem et nomen secundae Cassia
et nomen tertiae Cornu stibii
15 non sunt autem inventae mulieres speciosae sicut filiae Iob
in universa terra
deditque eis pater suus hereditatem inter fratres earum
16 vixit autem Iob post haec centum quadraginta annis
et vidit filios suos et filios filiorum suorum
usque ad quartam generationem
et mortuus est senex et plenus dierum
EXPLICIT LIBER JOB