1 Τῇ Ιδουμαίᾳ. Τάδε λέγει κύριος Οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ᾤχετο σοφία αὐτῶν, 2 ἠπατήθη ὁ τόπος αὐτῶν. βαθύνατε εἰς κάθισιν, οἱ κατοικοῦντες ἐν Δαιδαν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ᾽ αὐτὸν ἐν χρόνῳ, ᾧ ἐπεσκεψάμην ἐπ᾽ αὐτόν. 3 ὅτι τρυγηταὶ ἦλθόν σοι, οὐ καταλείψουσίν σοι καταλείμματα· ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν. 4 ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ, καὶ οὐκ ἔστιν 5 ὑπολείπεσθαι ὀρφανόν σου, ἵνα ζήσηται· καὶ ἐγὼ ζήσομαι, καὶ χῆραι ἐπ᾽ ἐμὲ πεποίθασιν. 6 ὅτι τάδε εἶπεν κύριος Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς, ὅτι πίνων πίεσαι· 7 ὅτι κατ᾽ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα. 8 ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν Συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον. 9 μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις. 10 ἡ παιγνία σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε. 11 καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπ᾽ αὐτὴν συριεῖ. 12 ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν κύριος παντοκράτωρ, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου. 13 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ᾽ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπ᾽ αὐτὴν ἐπιστήσατε. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; 14 διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου, ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμαν Ἐὰν μὴ συμψησθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπ᾽ αὐτὴν κατάλυσις αὐτῶν· 15 ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐσείσθη ἡ γῆ, καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη. 16 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ᾽ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης.
17 Τοῖς υἱοῖς Αμμων. Οὕτως εἶπεν κύριος Μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ, ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς; διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει; 18 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ραββαθ θόρυβον πολέμων, καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτοῦ. 19 ἀλάλαξον, Εσεβων, ὅτι ὤλετο Γαι· κεκράξατε, θυγατέρες Ραββαθ, περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ, ὅτι ἐν ἀποικίᾳ βαδιεῖται, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. 20 τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις Ενακιμ, θύγατερ ἀτιμίας ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς ἡ λέγουσα Τίς εἰσελεύσεται ἐπ᾽ ἐμέ; 21 ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ, εἶπεν κύριος, ἀπὸ πάσης τῆς περιοίκου σου, καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔσται ὁ συνάγων.
23 Τῇ Κηδαρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος. Οὕτως εἶπεν κύριος Ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ· 24 σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται, ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπ᾽ αὐτοὺς ἀπώλειαν κυκλόθεν. 25 φεύγετε λίαν, βαθύνατε εἰς κάθισιν, καθήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐφ᾽ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ᾽ ὑμᾶς λογισμόν. 26 ἀνάστηθι καὶ ἀνάβηθι ἐπ᾽ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν, οἷς οὔκ εἰσιν θύραι, οὐ βάλανοι, οὐ μοχλοί, μόνοι καταλύουσιν. 27 καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν· καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπεν κύριος. 28 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου.
29 Τῇ Δαμασκῷ. Κατῃσχύνθη Ημαθ καὶ Αρφαδ, ὅτι ἤκουσαν ἀκοὴν πονηράν· ἐξέστησαν, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνωνται. 30 ἐξελύθη Δαμασκός, ἀπεστράφη εἰς φυγήν, τρόμος ἐπελάβετο αὐτῆς. 31 πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν; κώμην ἠγάπησαν. 32 διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, φησὶν κύριος· 33 καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Αδερ.
1 hoc verbum quod factum est ad Hieremiam a Domino dicens
2 haec dicit Dominus Deus Israhel dicens
scribe tibi omnia verba quae locutus sum ad te in libro
3 ecce enim dies veniunt dicit Dominus
et convertam conversionem populi mei Israhel et Iuda ait Dominus
et convertam eos ad terram quam dedi patribus eorum
et possidebunt eam
4 et haec verba quae locutus est Dominus ad Israhel et ad Iudam
5 quoniam haec dicit Dominus
vocem terroris audivimus formido et non est pax
6 interrogate et videte si generat masculus
quare ergo vidi omnis viri manum super lumbum suum quasi parientis
et conversae sunt universae facies in auruginem
7 vae quia magna dies illa nec est similis eius
tempusque tribulationis est Iacob et ex ipso salvabitur
8 et erit in die illa ait Dominus exercituum
conteram iugum eius de collo tuo
et vincula illius disrumpam
et non dominabuntur ei amplius alieni
9 sed servient Domino Deo suo
et David regi suo quem suscitabo eis
10 tu ergo ne timeas serve meus Iacob ait Dominus neque paveas Israhel
quia ecce ego salvo te de terra longinqua
et semen tuum de terra captivitatis eorum
et revertetur Iacob et quiescet
et cunctis affluet et non erit quem formidet
11 quoniam tecum ego sum ait Dominus ut salvem te
faciam enim consummationem in cunctis gentibus
in quibus dispersi te
te autem non faciam in consummationem
sed castigabo te in iudicio ut non tibi videaris
innoxius
12 quia haec dicit Dominus
insanabilis fractura tua pessima plaga tua
13 non est qui iudicet iudicium tuum ad alligandum
curationum utilitas non est tibi
14 omnes amatores tui obliti sunt tui
te non quaerent
plaga enim inimici percussi te castigatione crudeli
propter multitudinem iniquitatis tuae dura facta sunt peccata tua
15 quid clamas super contritione tua
insanabilis est dolor tuus
propter multitudinem iniquitatis tuae
et dura peccata tua feci haec tibi
16 propterea omnes qui comedunt te devorabuntur
et universi hostes tui in captivitatem ducentur
et qui te vastant vastabuntur
cunctosque praedatores tuos dabo in praedam
17 obducam enim cicatricem tibi
et a vulneribus tuis sanabo te dicit Dominus
quia Eiectam vocaverunt te Sion
haec est quae non habebat requirentem
18 haec dicit Dominus
ecce ego convertam conversionem tabernaculorum Iacob
et tectis eius miserebor
et aedificabitur civitas in excelso suo
et templum iuxta ordinem suum fundabitur
19 et egredietur de eis laus voxque ludentium
et multiplicabo eos et non inminuentur
et glorificabo eos et non adtenuabuntur
20 et erunt filii eius sicut a principio
et coetus eius coram me permanebit
et visitabo adversum omnes qui tribulant eum
21 et erit dux eius ex eo et princeps de medio eius producetur
et adplicabo eum et accedet ad me
quis enim iste est qui adplicet cor suum
ut adpropinquet mihi ait Dominus
22 et eritis mihi in populum et ego ero vobis in Deum
23 ecce turbo Domini furor egrediens procella ruens
in capite impiorum conquiescet
24 non avertet iram indignationis Dominus
donec faciat et conpleat cogitationem cordis sui
in novissimo dierum intellegetis ea