1 καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός, 2 καὶ ἐπέπεσεν ἐπ᾽ αὐτοὺς τρόμος καὶ φόβος, καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλ᾽ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς· 3 καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλουα καὶ ἐτράπησαν εἰς φυγήν. καὶ τότε οἱ υἱοὶ Ισραηλ, πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν, ἐξεχύθησαν ἐπ᾽ αὐτούς. 4 καὶ ἀπέστειλεν Οζιας εἰς Βαιτομασθαιμ καὶ Βηβαι καὶ Χωβαι καὶ Κωλα καὶ εἰς πᾶν ὅριον Ισραηλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθῶσιν τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν. 5 ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ισραηλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ᾽ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβα. ὡσαύτως δὲ καὶ οἱ ἐξ Ιερουσαλημ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλααδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς. 6 οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλουα ἐπέπεσαν τῇ παρεμβολῇ Ασσουρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σφόδρα. 7 οἱ δὲ υἱοὶ Ισραηλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων, ἦν γὰρ πλῆθος πολὺ σφόδρα.
8 Καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ισραηλ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθά, ἃ ἐποίησεν κύριος τῷ Ισραηλ, καὶ τοῦ ἰδεῖν τὴν Ιουδιθ καὶ λαλῆσαι μετ᾽ αὐτῆς εἰρήνην. 9 ὡς δὲ εἰσῆλθον πρὸς αὐτήν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν Σὺ ὕψωμα Ιερουσαλημ, σὺ γαυρίαμα μέγα τοῦ Ισραηλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν· 10 ἐποίησας ταῦτα πάντα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ Ισραηλ, καὶ εὐδόκησεν ἐπ᾽ αὐτοῖς ὁ θεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι κυρίῳ εἰς τὸν αἰῶνα χρόνον. καὶ εἶπεν πᾶς ὁ λαός Γένοιτο. 11 καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ᾽ ἡμέρας τριάκοντα· καὶ ἔδωκαν τῇ Ιουδιθ τὴν σκηνὴν Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκεῖα καὶ πάντα τὰ κατασκευάσματα αὐτοῦ, καὶ λαβοῦσα αὐτὴ ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ᾽ αὐτῶν. 12 καὶ συνέδραμεν πᾶσα γυνὴ Ισραηλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν, καὶ ἔλαβεν θύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκεν ταῖς γυναιξὶν ταῖς μετ᾽ αὐτῆς· 13 καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν, αὐτὴ καὶ αἱ μετ᾽ αὐτῆς, καὶ προῆλθεν παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ Ισραηλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνουν ἐν τῷ στόματι αὐτῶν. 14 καὶ ἐξῆρχεν Ιουδιθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ισραηλ, καὶ ὑπερεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην
1 cumque omnis exercitus decollatum Holofernem audisset
fugit mens et consilium ab eis
et solo tremore et metu agitati fugae praesidium sumunt
2 ita ut nullus loqueretur cum proximo suo
sed inclinato capite relictis omnibus
evadere Hebraeos quos armatos venire super se audierant
fugientes per vias camporum et semitas collium
3 videntes itaque filii Israhel fugientes illos
descenderunt clangentes tubis et
ululantes post ipsos
4 et quoniam Assyrii non adunati in fuga ibant praecipites
filii autem Israhel uno agmine persequentes
debilitabant omnes quos invenire potuissent
5 misitque Ozias nuntios
per omnes civitates et regiones Israhel
6 omnis itaque regio omnisque urbs
electam iuventutem misit armatam post eos
et persecuti sunt eos in ore gladii
quousque pervenirent ad extremitatem finium suarum
7 reliqui autem qui erant in Bethulia
ingressi sunt castra Assyriorum
et praedam quam fugientes Assyrii reliquerant abstulerunt
et honestati sunt valde
8 hii vero qui victores reversi sunt ad Bethuliam
omnia quaeque erant illorum abstulerunt
secum
ita ut non esset numerus
in pecoribus in iumentis et
universis mobilibus eorum
ut a minimo usque ad magnum
omnes divites fierent de praedationibus eorum
9 Ioachim autem summus pontifex de Hierusalem venit in Bethuliam
cum universis presbyteris suis ut videret Iudith
10 quae cum exisset ad illum
benedixerunt illam omnes una voce dicentes
tu gloria Hierusalem tu laetitia Israhel
tu honorificentia populi nostri
11 quia fecisti viriliter et confortatum est cor tuum
eo quod castitatem amaveris
et post virum tuum alterum non scieris
ideo et manus Domini confortavit te
et ideo eris benedicta in aeternum
12 et dixit omnis populus fiat fiat
13 per dies autem triginta
vix collecta est spolia Assyriorum a populo Israhel
14 porro autem universa quae Holofernis peculiaria fuisse probata sunt dederunt Iudith
in auro et argento et vestibus et gemmis et omni supellectile
et tradita sunt illi omnia a populo
15 et omnes populi gaudebant cum mulieribus et virginibus et iuvenibus in organis et citharis