1 Καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ Ἀκούσατε δή μου, ἀδελφοί, καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν. 2 καὶ ἔσται ἡνίκα ἐὰν διαφαύσῃ ὁ ὄρθρος καὶ ἐξέλθῃ ὁ ἥλιος ἐπὶ τὴν γῆν, ἀναλήμψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν καὶ ἐξελεύσεσθε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱῶν Ασσουρ, καὶ οὐ καταβήσεσθε. 3 καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ασσουρ· καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν, καὶ ἐπιπεσεῖται ἐπ᾽ αὐτοὺς φόβος, καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν. 4 καὶ ἐπακολουθήσαντες ὑμεῖς καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον Ισραηλ καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν. 5 πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα καλέσατέ μοι Αχιωρ τὸν Αμμανίτην, ἵνα ἰδὼν ἐπιγνοῖ τὸν ἐκφαυλίσαντα τὸν οἶκον τοῦ Ισραηλ καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμᾶς. 6 καὶ ἐκάλεσαν τὸν Αχιωρ ἐκ τοῦ οἴκου Οζια· ὡς δὲ ἦλθεν καὶ εἶδεν τὴν κεφαλὴν Ολοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ. 7 ὡς δὲ ἀνέλαβον αὐτόν, προσέπεσεν τοῖς ποσὶν Ιουδιθ καὶ προσεκύνησεν τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν Εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ιουδα καὶ ἐν παντὶ ἔθνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται· 8 καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ταῖς ἡμέραις ταύταις. καὶ ἀπήγγειλεν αὐτῷ Ιουδιθ ἐν μέσῳ τοῦ λαοῦ πάντα, ὅσα ἦν πεποιηκυῖα ἀφ᾽ ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς. 9 ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ καὶ ἔδωκεν φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν. 10 ἰδὼν δὲ Αχιωρ πάντα, ὅσα ἐποίησεν ὁ θεὸς τοῦ Ισραηλ, ἐπίστευσεν τῷ θεῷ σφόδρα καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ καὶ προσετέθη εἰς τὸν οἶκον Ισραηλ ἕως τῆς ἡμέρας ταύτης.
11 Ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ολοφέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβεν πᾶς ἀνὴρ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους. 12 οἱ δὲ υἱοὶ Ασσουρ ὡς εἶδον αὐτούς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν· οἱ δὲ ἦλθον ἐπὶ τοὺς στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν. 13 καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ Ἔγειρον δὴ τὸν κύριον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ᾽ ἡμᾶς εἰς πόλεμον, ἵνα ἐξολεθρευθῶσιν εἰς τέλος. 14 καὶ εἰσῆλθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενόει γὰρ καθεύδειν αὐτὸν μετὰ Ιουδιθ. 15 ὡς δ᾽ οὐθεὶς ἐπήκουσεν, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐρριμμένον νεκρόν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῄρητο ἀπ᾽ αὐτοῦ. 16 καὶ ἐβόησεν φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ. 17 καὶ εἰσῆλθεν εἰς τὴν σκηνήν, οὗ ἦν Ιουδιθ καταλύουσα, καὶ οὐχ εὗρεν αὐτήν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν καὶ ἐβόησεν 18 Ἠθέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Εβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονοσορ· ὅτι ἰδοὺ Ολοφέρνης χαμαί, καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπ᾽ αὐτῷ. 19 ὡς δὲ ἤκουσαν ταῦτα τὰ ῥήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ασσουρ, τοὺς χιτῶνας αὐτῶν διέρρηξαν, καὶ ἐταράχθη αὐτῶν ἡ ψυχὴ σφόδρα, καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς.
1 dixit autem Iudith ad omnem populum audite me fratres
suspendite caput hoc super muros nostros
2 et erit cum exierit sol accipiat unusquisque arma sua
et exite cum impetu
non ut descendatis deorsum sed quasi impetum facientes
3 tunc exploratores necesse erit ut fugiant ad principem suum excitandum
ad pugnam
4 cumque duces eorum cucurrerint ad tabernaculum Holofernis
et invenerint eum truncum in suo sanguine volutatum
decidet super eos timor
5 cumque cognoveritis fugere illos
ite post illos securi
quoniam Dominus conteret eos sub pedibus
vestris
6 tunc Achior videns virtutem quam fecit Deus Israhel
relicto gentilitatis ritu credidit Deo
et circumcidit carnem praeputii sui
et adpositus est ad populum Israhel
et omnis successio generis eius usque in hodiernum diem
7 mox autem ut ortus est dies
suspenderunt super muros caput Holofernis
accepitque unusquisque vir arma sua
et egressi sunt cum grandi strepitu et ululatu
8 quod videntes exploratores ad tabernaculum cucurrerunt
9 porro hii qui in tabernaculo erant venientes
et ante ingressum cubiculi perstrepentes
excitandi gratia inquietudinem arte moliebantur
ut non ab excitantibus sed a sonantibus Holofernis evigilaret
10 nullus enim audebat
cubiculum virtutis Assyriorum pulsando aut intrando
aperire
11 sed cum venissent duces eius et tribuni
et universi maiores exercitus Assyriorum
dixerunt cubiculariis
12 intrate et excitate illum
quoniam egressi mures de cavernis suis
ausi sunt provocare ad proelium
13 tunc ingressus Bagao cubiculum eius
stetit ante cortinam et plausum fecit manibus suis
suspicabatur enim illum cum Iudith dormire
14 sed cum nullum motum iacentis sensu aurium caperet
accessit proximans ad cortinam et elevans eam
videns iacens cadaver absque
capite Holofernis
in suo sanguine tabefactum iacere super terram
et clamavit voce magna cum fletu
et scidit vestimenta sua
15 et ingressus tabernaculum Iudith non invenit eam
et exilivit foras ad populum
16 et dixit
una mulier hebraea fecit confusionem in domo regis Nabuchodonosor
ecce enim Holofernis iacet in terra
et caput ipsius non est in illo
17 quod cum audissent principes virtutis Assyriorum
sciderunt omnes vestimenta sua
et intolerabilis timor et tremor cecidit super eos
et turbati sunt animi eorum valde
18 et factus est clamor inconparabilis in media castra eorum