1 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες Τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; 2 καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ. 3 καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ Ἀνάβηθι μετ᾽ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ, καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾽ αὐτοῦ Συμεων. 4 καὶ ἀνέβη Ιουδας, καὶ ἔδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ, δέκα χιλιάδας ἀνδρῶν, 5 καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον. 6 καὶ ἔφυγεν Αδωνιβεζεκ, καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ. 7 καὶ εἶπεν Αδωνιβεζεκ Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ, καὶ ἀπέθανεν ἐκεῖ.
8 Καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. 9 καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν. 10 καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων, καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας· τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ. καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι, γεννήματα τοῦ Ενακ. 11 καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ· καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπροσθεν Πόλις γραμμάτων. 12 καὶ εἶπεν Χαλεβ Ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα. 13 καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα. 14 καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν, καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου Εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι; 15 καὶ εἶπεν αὐτῷ Ασχα Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν.
16 Καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Αραδ, καὶ ἐπορεύθη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ. — 17 καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Ἐξολέθρευσις. 18 καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἀσκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς. 19 καὶ ἦν κύριος μετὰ Ιουδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος· ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχαβ διεστείλατο αὐτήν. 20 καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων, καθὰ ἐλάλησεν Μωυσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Ενακ. 21 καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν, καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης.
22 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ᾽ αὐτῶν. 23 καὶ παρενέβαλον οἶκος Ισραηλ κατὰ Βαιθηλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζα. 24 καὶ εἶδον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ Δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος. 25 καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν. 26 καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
27 Καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν, ἥ ἐστιν Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ. 28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ, καὶ ἔθετο τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν.
29 Καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον.
30 Καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων καὶ τοὺς κατοικοῦντας Ενααλα· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον.
31 Καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Ροωβ. 32 καὶ κατῴκησεν Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν. 33 Καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦντας Βαιθενεθ, καὶ κατῴκησεν Ισραηλ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον.
34 Καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκεν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα. 35 καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος, οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον, καὶ ἐγένετο εἰς φόρον. 36 καὶ τὸ ὅριον τοῦ Αμορραίου ὁ Ιδουμαῖος ἐπάνω Ακραβιν ἐπὶ τῆς Πέτρας καὶ ἐπάνω.
1 Post mortem Iosue consuluerunt filii Israhel Dominum dicentes
quis ascendet ante nos contra Chananeum et erit dux belli
2 dixitque Dominus Iudas ascendet
ecce tradidi terram in manus eius
3 et ait Iudas Symeoni fratri suo
ascende mecum in sorte mea et pugna contra Chananeum
ut et ego pergam tecum in sorte tua
et abiit cum eo Symeon
4 ascenditque Iudas
et tradidit Dominus Chananeum ac Ferezeum in manus eorum
et percusserunt in Bezec decem milia virorum
5 inveneruntque Adonibezec in Bezec
et pugnaverunt contra eum
ac percusserunt Chananeum et Ferezeum
6 fugit autem Adonibezec quem secuti conprehenderunt
caesis summitatibus manuum eius ac pedum
7 dixitque Adonibezec
septuaginta reges amputatis manuum ac pedum summitatibus
colligebant sub mensa mea ciborum reliquias
sicut feci ita reddidit mihi Deus
adduxeruntque eum in Hierusalem et ibi mortuus est
8 obpugnantes ergo filii Iuda Hierusalem ceperunt eam
et percusserunt in ore gladii tradentes cunctam incendio civitatem
9 et postea descendentes pugnaverunt contra Chananeum
qui habitabat in montanis et ad meridiem et in campestribus
10 pergensque Iudas contra Chananeum qui habitabat in Hebron
cui nomen fuit antiquitus Cariatharbe
percussit Sisai et Ahiman et Tholmai
11 atque inde profectus abiit ad habitatores Dabir
cuius nomen vetus erat Cariathsepher id est civitas Litterarum
12 dixitque Chaleb
qui percusserit Cariathsepher et vastaverit eam
dabo ei Axam filiam meam uxorem
13 cumque cepisset eam Othonihel filius Cenez frater Chaleb minor
dedit ei filiam suam coniugem
14 quam pergentem in itinere monuit vir suus
ut peteret a patre suo agrum
quae cum suspirasset sedens asino
dixit ei Chaleb quid habes
15 at illa respondit da mihi benedictionem
quia terram arentem dedisti mihi da et inriguam aquis
dedit ergo ei Chaleb inriguum superius et inriguum inferius
16 filii autem Cinei cognati Mosi
ascenderunt de civitate Palmarum cum filiis Iuda
in desertum sortis eius quod est ad meridiem Arad
et habitaverunt cum eo
17 abiit autem Iudas cum Symeone fratre suo
et percusserunt simul Chananeum qui habitabat in Sephath
et interfecerunt eum
vocatumque est nomen urbis Horma id est anathema
18 cepitque Iudas Gazam cum finibus suis
et Ascalonem atque Accaron cum terminis suis
19 fuitque Dominus cum Iuda et montana possedit
nec potuit delere habitatores vallis quia falcatis curribus abundabant
20 dederuntque Chaleb Hebron sicut dixerat Moses
qui delevit ex ea tres filios Enach
21 Iebuseum autem habitatorem Hierusalem non deleverunt filii Beniamin
habitavitque Iebuseus cum filiis Beniamin in Hierusalem
usque in praesentem diem
22 domus quoque Ioseph ascendit in Bethel fuitque Dominus cum eis
23 nam cum obsiderent urbem quae prius Luza vocabatur
24 viderunt hominem egredientem de civitate dixeruntque ad eum
ostende nobis introitum civitatis et faciemus tecum misericordiam
25 qui cum ostendisset eis percusserunt urbem in ore gladii
hominem autem illum et omnem cognationem eius dimiserunt
26 qui dimissus abiit in terram Etthim et aedificavit ibi civitatem
vocavitque eam Luzam
quae ita appellatur usque in praesentem diem
27 Manasses quoque non delevit Bethsan et Thanach cum viculis suis
et habitatores Dor et Ieblaam
et Mageddo cum viculis suis
coepitque Chananeus habitare cum eis
28 postquam autem confortatus est Israhel
fecit eos tributarios et delere noluit
29 Ephraim etiam non interfecit Chananeum qui habitabat in Gazer
sed habitavit cum eo
30 Zabulon non delevit habitatores Cetron et Naalon
sed habitavit Chananeus in medio eius factusque est ei tributarius
31 Aser quoque non delevit habitatores Achcho et Sidonis
Alab et Achazib et Alba et Afec et Roob
32 habitavitque in medio Chananei habitatoris illius terrae
nec interfecit eum
33 Nepthali non delevit habitatores Bethsemes et Bethanath
et habitavit inter Chananeum habitatorem terrae
fueruntque ei Bethsemitae et Bethanitae tributarii
34 artavitque Amorreus filios Dan in monte
nec dedit eis locum ut ad planiora descenderent
35 habitavitque in monte Hares quod interpretatur testaceo
in Ahilon et Salabim
et adgravata est manus domus Ioseph factusque est ei tributarius
36 fuit autem terminus Amorrei
ab ascensu Scorpionis Petra et superiora loca