1 Ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν Φαραω εἶδεν ἐνύπνιον. ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, 2 καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐβόσκοντο ἐν τῷ ἄχει· 3 ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· 4 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶν τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτάς. ἠγέρθη δὲ Φαραω. — 5 καὶ ἐνυπνιάσθη τὸ δεύτερον, καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί· 6 ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ᾽ αὐτούς· 7 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις. ἠγέρθη δὲ Φαραω, καὶ ἦν ἐνύπνιον.
8 Ἐγένετο δὲ πρωὶ καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσεν πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτῆς, καὶ διηγήσατο αὐτοῖς Φαραω τὸ ἐνύπνιον, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραω. 9 καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραω λέγων Τὴν ἁμαρτίαν μου ἀναμιμνῄσκω σήμερον· 10 Φαραω ὠργίσθη τοῖς παισὶν αὐτοῦ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου, ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν. 11 καὶ εἴδομεν ἐνύπνιον ἐν νυκτὶ μιᾷ, ἐγώ τε καὶ αὐτός, ἕκαστος κατὰ τὸ αὑτοῦ ἐνύπνιον εἴδομεν. 12 ἦν δὲ ἐκεῖ μεθ᾽ ἡμῶν νεανίσκος παῖς Εβραῖος τοῦ ἀρχιμαγείρου, καὶ διηγησάμεθα αὐτῷ, καὶ συνέκρινεν ἡμῖν. 13 ἐγενήθη δὲ καθὼς συνέκρινεν ἡμῖν, οὕτως καὶ συνέβη, ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου, ἐκεῖνον δὲ κρεμασθῆναι.
14 Ἀποστείλας δὲ Φαραω ἐκάλεσεν τὸν Ιωσηφ, καὶ ἐξήγαγον αὐτὸν ἐκ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ, καὶ ἦλθεν πρὸς Φαραω. 15 εἶπεν δὲ Φαραω τῷ Ιωσηφ Ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων ἀκούσαντά σε ἐνύπνια συγκρῖναι αὐτά. 16 ἀποκριθεὶς δὲ Ιωσηφ τῷ Φαραω εἶπεν Ἄνευ τοῦ θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραω. 17 ἐλάλησεν δὲ Φαραω τῷ Ιωσηφ λέγων Ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, 18 καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο ἐν τῷ ἄχει· 19 καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτῳ αἰσχροτέρας· 20 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς, 21 καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραὶ καθὰ καὶ τὴν ἀρχήν. ἐξεγερθεὶς δὲ ἐκοιμήθην 22 καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί· 23 ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν· 24 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις. εἶπα οὖν τοῖς ἐξηγηταῖς, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι.
25 Καὶ εἶπεν Ιωσηφ τῷ Φαραω Τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν· ὅσα ὁ θεὸς ποιεῖ, ἔδειξεν τῷ Φαραω. 26 αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστίν, καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστίν· τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν. 27 καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν ἑπτὰ ἔτη ἐστίν, καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι ἔσονται ἑπτὰ ἔτη λιμοῦ. 28 τὸ δὲ ῥῆμα, ὃ εἴρηκα Φαραω Ὅσα ὁ θεὸς ποιεῖ, ἔδειξεν τῷ Φαραω, 29 ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάσῃ γῇ Αἰγύπτῳ· 30 ἥξει δὲ ἑπτὰ ἔτη λιμοῦ μετὰ ταῦτα, καὶ ἐπιλήσονται τῆς πλησμονῆς ἐν ὅλῃ γῇ Αἰγύπτῳ, καὶ ἀναλώσει ὁ λιμὸς τὴν γῆν, 31 καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα· ἰσχυρὸς γὰρ ἔσται σφόδρα. 32 περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραω δίς, ὅτι ἀληθὲς ἔσται τὸ ῥῆμα τὸ παρὰ τοῦ θεοῦ, καὶ ταχυνεῖ ὁ θεὸς τοῦ ποιῆσαι αὐτό. 33 νῦν οὖν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς Αἰγύπτου· 34 καὶ ποιησάτω Φαραω καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς, καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γενήματα τῆς γῆς Αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας 35 καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων, καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα Φαραω, βρώματα ἐν ταῖς πόλεσιν φυλαχθήτω· 36 καὶ ἔσται τὰ βρώματα πεφυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, ἃ ἔσονται ἐν γῇ Αἰγύπτῳ, καὶ οὐκ ἐκτριβήσεται ἡ γῆ ἐν τῷ λιμῷ.
37 Ἤρεσεν δὲ τὰ ῥήματα ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ, 38 καὶ εἶπεν Φαραω πᾶσιν τοῖς παισὶν αὐτοῦ Μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα θεοῦ ἐν αὐτῷ; 39 εἶπεν δὲ Φαραω τῷ Ιωσηφ Ἐπειδὴ ἔδειξεν ὁ θεός σοι πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου· 40 σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς ὁ λαός μου· πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ. 41 εἶπεν δὲ Φαραω τῷ Ιωσηφ Ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πάσης γῆς Αἰγύπτου. 42 καὶ περιελόμενος Φαραω τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ περιέθηκεν αὐτὸν ἐπὶ τὴν χεῖρα Ιωσηφ καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην καὶ περιέθηκεν κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ· 43 καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ, καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κῆρυξ· καὶ κατέστησεν αὐτὸν ἐφ᾽ ὅλης γῆς Αἰγύπτου. 44 εἶπεν δὲ Φαραω τῷ Ιωσηφ Ἐγὼ Φαραω· ἄνευ σοῦ οὐκ ἐξαρεῖ οὐθεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσῃ γῇ Αἰγύπτου. 45 καὶ ἐκάλεσεν Φαραω τὸ ὄνομα Ιωσηφ Ψονθομφανηχ· καὶ ἔδωκεν αὐτῷ τὴν Ασεννεθ θυγατέρα Πετεφρη ἱερέως Ἡλίου πόλεως αὐτῷ γυναῖκα. 46 Ιωσηφ δὲ ἦν ἐτῶν τριάκοντα, ὅτε ἔστη ἐναντίον Φαραω βασιλέως Αἰγύπτου. Ἐξῆλθεν δὲ Ιωσηφ ἐκ προσώπου Φαραω καὶ διῆλθεν πᾶσαν γῆν Αἰγύπτου. 47 καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσιν τῆς εὐθηνίας δράγματα· 48 καὶ συνήγαγεν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἦν ἡ εὐθηνία ἐν γῇ Αἰγύπτου, καὶ ἔθηκεν τὰ βρώματα ἐν ταῖς πόλεσιν, βρώματα τῶν πεδίων τῆς πόλεως τῶν κύκλῳ αὐτῆς ἔθηκεν ἐν αὐτῇ. 49 καὶ συνήγαγεν Ιωσηφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης πολὺν σφόδρα, ἕως οὐκ ἠδύναντο ἀριθμῆσαι, οὐ γὰρ ἦν ἀριθμός.
50 Τῷ δὲ Ιωσηφ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, οὓς ἔτεκεν αὐτῷ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως Ἡλίου πόλεως. 51 ἐκάλεσεν δὲ Ιωσηφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασση, ὅτι Ἐπιλαθέσθαι με ἐποίησεν ὁ θεὸς πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρός μου. 52 τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Εφραιμ, ὅτι Ηὔξησέν με ὁ θεὸς ἐν γῇ ταπεινώσεώς μου.
53 Παρῆλθον δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας, ἃ ἐγένοντο ἐν γῇ Αἰγύπτῳ, 54 καὶ ἤρξαντο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι, καθὰ εἶπεν Ιωσηφ. καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ, ἐν δὲ πάσῃ γῇ Αἰγύπτου ἦσαν ἄρτοι. 55 καὶ ἐπείνασεν πᾶσα ἡ γῆ Αἰγύπτου, ἐκέκραξεν δὲ ὁ λαὸς πρὸς Φαραω περὶ ἄρτων· εἶπεν δὲ Φαραω πᾶσι τοῖς Αἰγυπτίοις Πορεύεσθε πρὸς Ιωσηφ, καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε. 56 καὶ ὁ λιμὸς ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς· ἀνέῳξεν δὲ Ιωσηφ πάντας τοὺς σιτοβολῶνας καὶ ἐπώλει πᾶσι τοῖς Αἰγυπτίοις. 57 καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον ἀγοράζειν πρὸς Ιωσηφ· ἐπεκράτησεν γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ.
1 post duos annos vidit Pharao somnium
putabat se stare super fluvium
2 de quo ascendebant septem boves pulchrae et crassae nimis
et pascebantur in locis palustribus
3 aliae quoque septem emergebant de flumine foedae confectaeque macie
et pascebantur in ipsa amnis ripa in locis virentibus
4 devoraveruntque eas quarum mira species et habitudo corporum erat
expergefactus Pharao
5 rursum dormivit et vidit alterum somnium
septem spicae pullulabant in culmo uno plenae atque formonsae
6 aliae quoque totidem spicae tenues et percussae uredine oriebantur
7 devorantes omnem priorum pulchritudinem
evigilans post quietem
8 et facto mane pavore perterritus
misit ad coniectores Aegypti cunctosque sapientes
et accersitis narravit somnium nec erat qui interpretaretur
9 tunc demum reminiscens pincernarum magister ait
confiteor peccatum meum
10 iratus rex servis suis
me et magistrum pistorum retrudi iussit in carcerem
principis militum
11 ubi una nocte uterque vidimus somnium praesagum futurorum
12 erat ibi puer hebraeus eiusdem ducis militum famulus
cui narrantes somnia
13 audivimus quicquid postea rei probavit eventus
ego enim redditus sum officio meo et ille suspensus est in cruce
14 protinus ad regis imperium eductum de carcere Ioseph totonderunt
ac veste mutata obtulerunt ei
15 cui ille ait vidi somnia nec est qui edisserat
quae audivi te prudentissime conicere
16 respondit Ioseph absque me Deus respondebit prospera Pharaoni
17 narravit ergo ille quod viderat
putabam me stare super ripam fluminis
18 et septem boves de amne conscendere pulchras nimis et obesis carnibus
quae in pastu paludis virecta carpebant
19 et ecce has sequebantur aliae septem boves
in tantum deformes et macilentae
ut numquam tales in terra Aegypti viderim
20 quae devoratis et consumptis prioribus
21 nullum saturitatis dedere vestigium
sed simili macie et squalore torpebant
evigilans rursum sopore depressus
22 vidi somnium
septem spicae pullulabant in culmo uno plenae atque pulcherrimae
23 aliae quoque septem tenues et percussae uredine oriebantur stipula
24 quae priorum pulchritudinem devorarunt
narravi coniectoribus somnium
et nemo est qui edisserat
25 respondit Ioseph somnium regis unum est
quae facturus est Deus ostendit Pharaoni
26 septem boves pulchrae et septem spicae plenae
septem ubertatis anni sunt
eandemque vim somnii conprehendunt
27 septem quoque boves tenues atque macilentae
quae ascenderunt post eas
et septem spicae tenues et vento urente percussae
septem anni sunt venturae famis
28 qui hoc ordine conplebuntur
29 ecce septem anni venient fertilitatis magnae in universa terra Aegypti
30 quos sequentur septem anni alii tantae sterilitatis
ut oblivioni tradatur cuncta retro abundantia
consumptura est enim fames omnem terram
31 et ubertatis magnitudinem perditura inopiae
magnitudo
32 quod autem vidisti secundo ad eandem rem pertinens somnium
firmitatis indicium est
eo quod fiat sermo Dei et velocius impleatur
33 nunc ergo provideat rex virum sapientem et industrium
et praeficiat eum terrae Aegypti
34 qui constituat praepositos per singulas regiones
et quintam partem fructuum
per septem annos fertilitatis
35 qui iam nunc futuri sunt
congreget in horrea
et omne frumentum sub Pharaonis potestate condatur
serveturque in urbibus
36 et paretur futurae septem annorum fami
quae pressura est Aegyptum
et non consumetur terra inopia
37 placuit Pharaoni consilium et cunctis ministris eius
38 locutusque est ad eos
num invenire poterimus talem virum qui spiritu Dei plenus sit
39 dixit ergo ad Ioseph
quia ostendit Deus tibi omnia quae locutus es
numquid sapientiorem et similem tui invenire potero
40 tu eris super domum meam
et ad tui oris imperium cunctus populus oboediet
uno tantum regni solio te praecedam
41 dicens quoque rursum Pharao ad Ioseph
ecce constitui te super universam terram Aegypti
42 tulit anulum de manu sua et dedit in manu eius
vestivitque eum stola byssina
et collo torquem auream circumposuit
43 fecitque ascendere super currum suum secundum
clamante praecone ut omnes coram eo genu flecterent
et praepositum esse scirent universae terrae Aegypti
44 dixit quoque rex ad Ioseph ego sum Pharao
absque tuo imperio non movebit quisquam manum aut pedem
in omni terra Aegypti
45 vertitque nomen illius
et vocavit eum lingua aegyptiaca Salvatorem mundi
dedit quoque illi uxorem
Aseneth filiam Putiphare sacerdotis Heliopoleos
egressus itaque Ioseph ad terram Aegypti
46 triginta autem erat annorum
quando stetit in conspectu regis Pharaonis
circuivit omnes regiones Aegypti
47 venitque fertilitas septem annorum
et in manipulos redactae segetes congregatae sunt in horrea Aegypti
48 omnis etiam frugum abundantia in singulis urbibus condita est
49 tantaque fuit multitudo tritici
ut harenae maris coaequaretur
et copia mensuram excederet
50 nati sunt autem Ioseph filii duo antequam veniret fames
quos ei peperit Aseneth filia Putiphare
sacerdotis Heliopoleos
51 vocavitque nomen primogeniti Manasse dicens
oblivisci me fecit Deus omnium laborum meorum et domum patris mei
52 nomen quoque secundi appellavit Ephraim dicens
crescere me fecit Deus in terra paupertatis meae
53 igitur transactis septem annis ubertatis
qui fuerant in Aegypto
54 coeperunt venire septem anni inopiae quos praedixerat Ioseph
et in universo orbe fames praevaluit
in cuncta autem terra Aegypti erat panis
55 qua esuriente clamavit populus ad Pharaonem alimenta petens
quibus ille respondit ite ad Ioseph
et quicquid vobis dixerit facite
56 crescebat autem cotidie fames in omni terra
aperuitque Ioseph universa horrea et vendebat Aegyptiis
nam et illos oppresserat fames
57 omnesque provinciae veniebant in Aegyptum ut emerent escas
et malum inopiae temperarent