1 Ἀπεκρίθη δὲ Μωυσῆς καὶ εἶπεν Ἐὰν οὖν μὴ πιστεύσωσίν μοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς μου, ἐροῦσιν γὰρ ὅτι Οὐκ ὦπταί σοι ὁ θεός, τί ἐρῶ πρὸς αὐτούς; 2 εἶπεν δὲ αὐτῷ κύριος Τί τοῦτό ἐστιν τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπεν Ῥάβδος. 3 καὶ εἶπεν Ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγεν Μωυσῆς ἀπ᾽ αὐτοῦ. 4 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ· 5 ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν, θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ. 6 εἶπεν δὲ αὐτῷ κύριος πάλιν Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών. 7 καὶ εἶπεν Πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ. 8 ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσίν σοι τῆς φωνῆς τοῦ σημείου τοῦ ἐσχάτου. 9 καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου, λήμψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ. — 10 εἶπεν δὲ Μωυσῆς πρὸς κύριον Δέομαι, κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας οὐδὲ ἀφ᾽ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. 11 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Τίς ἔδωκεν στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησεν δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ ὁ θεός; 12 καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ συμβιβάσω σε ὃ μέλλεις λαλῆσαι. 13 καὶ εἶπεν Μωυσῆς Δέομαι, κύριε, προχείρισαι δυνάμενον ἄλλον, ὃν ἀποστελεῖς. 14 καὶ θυμωθεὶς ὀργῇ κύριος ἐπὶ Μωυσῆν εἶπεν Οὐκ ἰδοὺ Ααρων ὁ ἀδελφός σου ὁ Λευίτης; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ. 15 καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε. 16 καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόμα, σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν. 17 καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα.
18 Ἐπορεύθη δὲ Μωυσῆς καὶ ἀπέστρεψεν πρὸς Ιοθορ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει Πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ καὶ ὄψομαι εἰ ἔτι ζῶσιν. καὶ εἶπεν Ιοθορ Μωυσῇ Βάδιζε ὑγιαίνων. 19 μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου. εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἐν Μαδιαμ Βάδιζε ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασιν γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν. 20 ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβεν δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ. 21 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον ὅρα πάντα τὰ τέρατα, ἃ ἔδωκα ἐν ταῖς χερσίν σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραω· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν. 22 σὺ δὲ ἐρεῖς τῷ Φαραω Τάδε λέγει κύριος Υἱὸς πρωτότοκός μου Ισραηλ· 23 εἶπα δέ σοι Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ· εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς, ὅρα οὖν ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον. 24 Ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. 25 καὶ λαβοῦσα Σεπφωρα ψῆφον περιέτεμεν τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσεν πρὸς τοὺς πόδας καὶ εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου. 26 καὶ ἀπῆλθεν ἀπ᾽ αὐτοῦ, διότι εἶπεν Ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.
27 Εἶπεν δὲ κύριος πρὸς Ααρων Πορεύθητι εἰς συνάντησιν Μωυσεῖ εἰς τὴν ἔρημον· καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ θεοῦ, καὶ κατεφίλησαν ἀλλήλους. 28 καὶ ἀνήγγειλεν Μωυσῆς τῷ Ααρων πάντας τοὺς λόγους κυρίου, οὓς ἀπέστειλεν, καὶ πάντα τὰ σημεῖα, ἃ ἐνετείλατο αὐτῷ. 29 ἐπορεύθη δὲ Μωυσῆς καὶ Ααρων καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν Ισραηλ. 30 καὶ ἐλάλησεν Ααρων πάντα τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησεν ὁ θεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ. 31 καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη, ὅτι ἐπεσκέψατο ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ, καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλῖψιν· κύψας δὲ ὁ λαὸς προσεκύνησεν.
1 respondens Moses ait
non credent mihi neque audient vocem meam
sed dicent non apparuit tibi Dominus
2 dixit ergo ad eum quid est hoc quod tenes in manu tua
respondit virga
3 ait proice eam in terram
proiecit et versa est in colubrum ita ut fugeret Moses
4 dixitque Dominus extende manum tuam et adprehende caudam eius
extendit et tenuit versaque est in virgam
5 ut credant inquit quod apparuerit tibi Dominus Deus patrum tuorum
Deus Abraham Deus Isaac Deus Iacob
6 dixitque Dominus rursum mitte manum in sinum tuum
quam cum misisset in sinum protulit leprosam instar nivis
7 retrahe ait manum in sinum tuum
retraxit et protulit iterum et erat similis carni reliquae
8 si non crediderint inquit tibi neque audierint sermonem signi prioris
credent verbo signi sequentis
9 quod si nec duobus quidem his signis crediderint
neque audierint vocem tuam
sume aquam fluminis et effunde eam super aridam
et quicquid hauseris de fluvio vertetur in sanguinem
10 ait Moses obsecro Domine non sum eloquens
ab heri et nudius tertius et ex quo locutus es ad servum tuum
inpeditioris et tardioris linguae sum
11 dixit Dominus ad eum
quis fecit os hominis
aut quis fabricatus est mutum et surdum videntem et caecum
nonne ego
12 perge igitur et ego ero in ore tuo doceboque te quid loquaris
13 at ille obsecro inquit Domine mitte quem missurus es
14 iratus Dominus in Mosen ait
Aaron frater tuus Levites scio quod eloquens sit
ecce ipse egreditur in occursum tuum
vidensque te laetabitur corde
15 loquere ad eum et pone verba mea in ore eius
ego ero in ore tuo et in ore illius
et ostendam vobis quid agere debeatis
16 ipse loquetur pro te ad populum et erit os tuum
tu autem eris ei in his quae ad Deum pertinent
17 virgam quoque hanc sume in manu tua
in qua facturus es signa
18 abiit Moses et reversus est ad Iethro cognatum suum
dixitque ei vadam et revertar ad fratres meos in Aegyptum
ut videam si adhuc vivunt
cui ait Iethro vade in pace
19 dixit ergo Dominus ad Mosen in Madian
vade revertere in Aegyptum
mortui sunt omnes qui quaerebant animam
tuam
20 tulit Moses uxorem et filios suos
et inposuit eos super asinum
reversusque est in Aegyptum portans virgam Dei in manu sua
21 dixitque ei Dominus revertenti in Aegyptum
vide ut omnia ostenta quae posui in manu tua facias coram Pharaone
ego indurabo cor eius et non dimittet populum
22 dicesque ad eum haec dicit Dominus
filius meus primogenitus meus Israhel
23 dixi tibi dimitte filium meum ut serviat mihi
et noluisti dimittere eum
ecce ego interficiam filium tuum primogenitum
24 cumque esset in itinere in diversorio
occurrit ei Dominus et volebat occidere eum
25 tulit ilico Seffora acutissimam petram
et circumcidit praeputium filii sui
tetigitque pedes eius et ait sponsus sanguinum tu mihi es
26 et dimisit eum postquam dixerat sponsus sanguinum ob circumcisionem
27 dixit autem Dominus ad Aaron
vade in occursum Mosi in deserto
qui perrexit ei obviam in montem Dei
et osculatus est eum
28 narravitque Moses Aaron omnia verba Domini
quibus miserat eum
et signa quae mandaverat
29 veneruntque simul
et congregaverunt cunctos seniores filiorum Israhel
30 locutusque est Aaron omnia verba quae dixerat Dominus ad Mosen
et fecit signa coram populo
31 et credidit populus
audieruntque quod visitasset Dominus filios Israhel
et quod respexisset adflictionem eorum
et proni adoraverunt