1 Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων· καὶ ποιήσεις αὐτὸ 2 πήχεος τὸ μῆκος καὶ πήχεος τὸ εὖρος — τετράγωνον ἔσται — καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ. 3 καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ, καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ. 4 καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς. 5 καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ. 6 καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν. 7 καὶ θυμιάσει ἐπ᾽ αὐτοῦ Ααρων θυμίαμα σύνθετον λεπτόν· τὸ πρωὶ πρωί, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπ᾽ αὐτοῦ, 8 καὶ ὅταν ἐξάπτῃ Ααρων τοὺς λύχνους ὀψέ, θυμιάσει ἐπ᾽ αὐτοῦ· θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι κυρίου εἰς γενεὰς αὐτῶν. 9 καὶ οὐκ ἀνοίσεις ἐπ᾽ αὐτοῦ θυμίαμα ἕτερον, κάρπωμα, θυσίαν· καὶ σπονδὴν οὐ σπείσεις ἐπ᾽ αὐτοῦ. 10 καὶ ἐξιλάσεται ἐπ᾽ αὐτὸ Ααρων ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ τῶν ἁμαρτιῶν τοῦ ἐξιλασμοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ καθαριεῖ αὐτὸ εἰς τὰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶν κυρίῳ.
11 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 12 Ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν. 13 καὶ τοῦτό ἐστιν ὃ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν· τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον· εἴκοσι ὀβολοὶ τὸ δίδραχμον, τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ κυρίῳ. 14 πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω δώσουσιν τὴν εἰσφορὰν κυρίῳ. 15 ὁ πλουτῶν οὐ προσθήσει καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσφορὰν κυρίῳ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν. 16 καὶ λήμψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ισραηλ καὶ δώσεις αὐτὸ εἰς κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ μνημόσυνον ἔναντι κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
17 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 18 Ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ, 19 καὶ νίψεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι. 20 ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν· ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα κυρίῳ, 21 νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι· ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, ἵνα μὴ ἀποθάνωσιν· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾽ αὐτόν.
22 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 23 Καὶ σὺ λαβὲ ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα 24 καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαιῶν ιν 25 καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρῖσμα ἅγιον ἔσται. 26 καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου 27 καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος 28 καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ 29 καὶ ἁγιάσεις αὐτά, καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται. 30 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι. 31 καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων Ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν. 32 ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστιν καὶ ἁγίασμα ἔσται ὑμῖν. 33 ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ᾽ αὐτοῦ ἀλλογενεῖ, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ. — 34 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λαβὲ σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ ἔσται· 35 καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα, μυρεψικὸν ἔργον μυρεψοῦ, μεμιγμένον, καθαρόν, ἔργον ἅγιον. 36 καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν. 37 θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν αὐτοῖς· ἁγίασμα ἔσται ὑμῖν κυρίῳ· 38 ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.
1 facies quoque altare in adolendum thymiama de lignis setthim
2 habens cubitum longitudinis et alterum latitudinis
id est quadrangulum
et duos cubitos in altitudine
cornua ex ipso procedent
3 vestiesque illud auro purissimo
tam craticulam eius quam parietes per circuitum et cornua
faciesque ei coronam aureolam per gyrum
4 et duos anulos aureos sub corona per singula latera
ut mittantur in eos vectes et altare portetur
5 ipsos quoque vectes facies de lignis setthim et inaurabis
6 ponesque altare contra velum quod ante arcam pendet testimonii
coram propitiatorio quo tegitur testimonium ubi loquar tibi
7 et adolebit incensum super eo Aaron suave fraglans mane
quando conponet lucernas incendet illud
8 et quando conlocat eas ad vesperum
uret thymiama sempiternum coram Domino in generationes vestras
9 non offeretis super eo thymiama conpositionis alterius
nec oblationem et victimam nec liba libabitis
10 et deprecabitur Aaron super cornua eius semel per annum
in sanguine quod oblatum est pro peccato
et placabit super eo in generationibus vestris
sanctum sanctorum erit Domino
11 locutusque est Dominus ad Mosen dicens
12 quando tuleris summam filiorum Israhel
iuxta numerum dabunt singuli pretium pro animabus suis Domino
et non erit plaga in eis cum fuerint recensiti
13 hoc autem dabit omnis qui transit ad nomen
dimidium sicli iuxta mensuram templi
siclus viginti obolos habet
media pars sicli offeretur Domino
14 qui habetur in numero a viginti annis et supra dabit pretium
15 dives non addet ad medium sicli et pauper nihil minuet
16 susceptamque pecuniam quae conlata est a filiis Israhel
trades in usus tabernaculi testimonii
ut sit monumentum eorum coram Domino
et propitietur animabus illorum
17 locutusque est Dominus ad Mosen dicens
18 facies et labium aeneum cum basi sua ad lavandum
ponesque illud inter tabernaculum testimonii et altare
et missa aqua
19 lavabunt in eo Aaron et filii eius manus suas ac pedes
20 quando ingressuri sunt tabernaculum testimonii
et quando accessuri ad altare
ut offerant in eo thymiama Domino
21 ne forte moriantur
legitimum sempiternum erit ipsi et semini eius per successiones
22 locutusque est Dominus ad Mosen
23 dicens
sume tibi aromata prima
et zmyrnae electae
quingentos siclos
et cinnamomi medium id est ducentos quinquaginta
calami similiter ducentos quinquaginta
24 cassiae autem quingentos siclos in pondere sanctuarii
olei de olivetis mensuram hin
25 faciesque unctionis oleum sanctum
unguentum conpositum opere unguentarii
26 et ungues ex eo tabernaculum testimonii et arcam testamenti
27 mensamque cum vasis suis
candelabrum et utensilia eius
altaria thymiamatis
28 et holocausti
et universam supellectilem quae ad cultum eorum pertinent
29 sanctificabisque omnia et erunt sancta sanctorum
qui tetigerit ea sanctificabitur
30 Aaron et filios eius ungues
sanctificabisque eos ut sacerdotio fungantur mihi
31 filiis quoque Israhel dices
hoc oleum unctionis sanctum erit mihi in generationes vestras
32 caro hominis non unguetur ex eo
et iuxta conpositionem eius non facietis aliud
quia sanctificatum est et sanctum erit vobis
33 homo quicumque tale conposuerit et dederit ex eo alieno
exterminabitur de populo suo
34 dixitque Dominus ad Mosen
sume tibi aromata stacten et onycha
galbanen boni odoris et tus lucidissimum
aequalis ponderis erunt omnia
35 faciesque thymiama conpositum opere unguentarii
mixtum diligenter et purum et sanctificatione dignissimum
36 cumque in tenuissimum pulverem universa contuderis
pones ex eo coram testimonio tabernaculi
in quo loco apparebo tibi
sanctum sanctorum erit vobis thymiama
37 talem conpositionem non facietis in usus vestros
quia sanctum est Domino
38 homo quicumque fecerit simile ut odore illius perfruatur
peribit de populis suis