1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔτι μίαν πληγὴν ἐπάξω ἐπὶ Φαραω καὶ ἐπ᾽ Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ἐντεῦθεν· ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς, σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῇ. 2 λάλησον οὖν κρυφῇ εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον καὶ γυνὴ παρὰ τῆς πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν. 3 κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ὁ ἄνθρωπος Μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ.
4 Καὶ εἶπεν Μωυσῆς Τάδε λέγει κύριος Περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου, 5 καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω, ὃς κάθηται ἐπὶ τοῦ θρόνου, καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους, 6 καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου, ἥτις τοιαύτη οὐ γέγονεν καὶ τοιαύτη οὐκέτι προστεθήσεται. 7 καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅπως εἰδῇς ὅσα παραδοξάσει κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ τοῦ Ισραηλ. 8 καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με καὶ προσκυνήσουσίν με λέγοντες Ἔξελθε σὺ καὶ πᾶς ὁ λαός σου, οὗ σὺ ἀφηγῇ· καὶ μετὰ ταῦτα ἐξελεύσομαι. ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω μετὰ θυμοῦ. 9 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Οὐκ εἰσακούσεται ὑμῶν Φαραω, ἵνα πληθύνων πληθύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. 10 Μωυσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω· ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.
1 et dixit Dominus ad Mosen
adhuc una plaga tangam Pharaonem et Aegyptum
et post haec dimittet vos et exire conpellet
2 dices ergo omni plebi ut postulet vir ab amico suo
et mulier a vicina sua vasa argentea et aurea
3 dabit autem Dominus gratiam populo coram Aegyptiis
fuitque Moses vir magnus valde in terra Aegypti
coram servis Pharao et omni populo
4 et ait haec dicit Dominus
media nocte egrediar in Aegyptum
5 et morietur omne primogenitum in terra Aegyptiorum
a primogenito Pharaonis qui sedet in solio eius
usque ad primogenitum ancillae quae est ad molam
et omnia primogenita iumentorum
6 eritque clamor magnus in universa terra Aegypti
qualis nec ante fuit nec postea futurus est
7 apud omnes autem filios Israhel non muttiet canis
ab homine usque ad pecus
ut sciatis quanto miraculo dividat Dominus Aegyptios et Israhel
8 descendentque omnes servi tui isti ad me et adorabunt me dicentes
egredere tu et omnis populus qui subiectus est tibi
post haec egrediemur
9 et exivit a Pharaone iratus nimis
dixit autem Dominus ad Mosen
non audiet vos Pharao ut multa signa fiant in terra Aegypti
10 Moses autem et Aaron fecerunt omnia ostenta quae scripta sunt coram
Pharaone
et induravit Dominus cor Pharaonis
nec dimisit filios Israhel de terra sua