1 Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχθῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ᾽ αὐτοῦ. 2 καὶ ἐπέταξεν ὁ βασιλεὺς εἰσενεχθῆναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμάκους τῶν Χαλδαίων ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ, καὶ παραγενόμενοι ἔστησαν παρὰ τῷ βασιλεῖ. 3 καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἐνύπνιον ἑώρακα καὶ ἐκινήθη μου τὸ πνεῦμα· ἐπιγνῶναι οὖν θέλω τὸ ἐνύπνιον. 4 καὶ ἐλάλησαν οἱ Χαλδαῖοι πρὸς τὸν βασιλέα Συριστί Κύριε βασιλεῦ, τὸν αἰῶνα ζῆθι· ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου, καὶ ἡμεῖς σοι φράσομεν τὴν σύγκρισιν αὐτοῦ. 5 ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τοῖς Χαλδαίοις ὅτι Ἐὰν μὴ ἀπαγγείλητέ μοι ἐπ᾽ ἀληθείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι, παραδειγματισθήσεσθε, καὶ ἀναληφθήσεται ὑμῶν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν· 6 ἐὰν δὲ τὸ ἐνύπνιον διασαφήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε, λήψεσθε δόματα παντοῖα καὶ δοξασθήσεσθε ὑπ᾽ ἐμοῦ· δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε. 7 ἀπεκρίθησαν δὲ ἐκ δευτέρου λέγοντες Βασιλεῦ, τὸ ὅραμα εἰπόν, καὶ οἱ παῖδές σου κρινοῦσι πρὸς ταῦτα. 8 καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἐπ᾽ ἀληθείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπ᾽ ἐμοῦ τὸ πρᾶγμα· καθάπερ οὖν προστέταχα, οὕτως ἔσται· 9 ἐὰν μὴ τὸ ἐνύπνιον ἀπαγγείλητέ μοι ἐπ᾽ ἀληθείας καὶ τὴν τούτου σύγκρισιν δηλώσητε, θανάτῳ περιπεσεῖσθε· συνείπασθε γὰρ λόγους ψευδεῖς ποιήσασθαι ἐπ᾽ ἐμοῦ, ἕως ἂν ὁ καιρὸς ἀλλοιωθῇ· νῦν οὖν ἐὰν τὸ ῥῆμα εἴπητέ μοι, ὃ τὴν νύκτα ἑώρακα, γνώσομαι ὅτι καὶ τὴν τούτου κρίσιν δηλώσετε. 10 καὶ ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐπὶ τοῦ βασιλέως ὅτι Οὐδεὶς τῶν ἐπὶ τῆς γῆς δυνήσεται εἰπεῖν τῷ βασιλεῖ ὃ ἑώρακε, καθάπερ σὺ ἐρωτᾷς, καὶ πᾶς βασιλεὺς καὶ πᾶς δυνάστης τοιοῦτο πρᾶγμα οὐκ ἐπερωτᾷ πάντα σοφὸν καὶ μάγον καὶ Χαλδαῖον· 11 καὶ ὁ λόγος, ὃν ζητεῖς, βασιλεῦ, βαρύς ἐστι καὶ ἐπίδοξος, καὶ οὐδείς ἐστιν, ὃς δηλώσει ταῦτα τῷ βασιλεῖ, εἰ μήτι ἄγγελος, οὗ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός· ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει. 12 τότε ὁ βασιλεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγεῖν πάντας τοὺς σοφοὺς τῆς Βαβυλωνίας· 13 καὶ ἐδογματίσθη πάντας ἀποκτεῖναι, ἐζητήθη δὲ ὁ Δανιηλ καὶ πάντες οἱ μετ᾽ αὐτοῦ χάριν τοῦ συναπολέσθαι. 14 τότε Δανιηλ εἶπε βουλὴν καὶ γνώμην, ἣν εἶχεν, Αριώχῃ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ᾧ προσέταξεν ἐξαγαγεῖν τοὺς σοφιστὰς τῆς Βαβυλωνίας, 15 καὶ ἐπυνθάνετο αὐτοῦ λέγων Περὶ τίνος δογματίζεται πικρῶς παρὰ τοῦ βασιλέως; τότε τὸ πρόσταγμα ἐσήμανεν ὁ Αριώχης τῷ Δανιηλ. 16 ὁ δὲ Δανιηλ εἰσῆλθε ταχέως πρὸς τὸν βασιλέα καὶ ἠξίωσεν ἵνα δοθῇ αὐτῷ χρόνος παρὰ τοῦ βασιλέως, καὶ δηλώσῃ πάντα ἐπὶ τοῦ βασιλέως. 17 τότε ἀπελθὼν Δανιηλ εἰς τὸν οἶκον αὐτοῦ τῷ Ανανια καὶ Μισαηλ καὶ Αζαρια τοῖς συνεταίροις ὑπέδειξε πάντα· 18 καὶ παρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμωρίαν ζητῆσαι παρὰ τοῦ κυρίου τοῦ ὑψίστου περὶ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἐκδοθῶσι Δανιηλ καὶ οἱ μετ᾽ αὐτοῦ εἰς ἀπώλειαν ἅμα τοῖς σοφισταῖς Βαβυλῶνος. 19 τότε τῷ Δανιηλ ἐν ὁράματι ἐν αὐτῇ τῇ νυκτὶ τὸ μυστήριον τοῦ βασιλέως ἐξεφάνθη εὐσήμως· τότε Δανιηλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον 20 καὶ ἐκφωνήσας εἶπεν Ἔσται τὸ ὄνομα τοῦ κυρίου τοῦ μεγάλου εὐλογημένον εἰς τὸν αἰῶνα, ὅτι ἡ σοφία καὶ ἡ μεγαλωσύνη αὐτοῦ ἐστι· 21 καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, μεθιστῶν βασιλεῖς καὶ καθιστῶν, διδοὺς σοφοῖς σοφίαν καὶ σύνεσιν τοῖς ἐν ἐπιστήμῃ οὖσιν· 22 ἀνακαλύπτων τὰ βαθέα καὶ σκοτεινὰ καὶ γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φωτί, καὶ παρ᾽ αὐτῷ κατάλυσις· 23 σοί, κύριε τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ φρόνησιν ἔδωκάς μοι καὶ νῦν ἐσήμανάς μοι ὅσα ἠξίωσα τοῦ δηλῶσαι τῷ βασιλεῖ πρὸς ταῦτα. 24 εἰσελθὼν δὲ Δανιηλ πρὸς τὸν Αριωχ τὸν κατασταθέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοφιστὰς τῆς Βαβυλωνίας εἶπεν αὐτῷ Τοὺς μὲν σοφιστὰς τῆς Βαβυλωνίας μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα, καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω. 25 τότε Αριωχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιηλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι Εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ιουδαίας, ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα. 26 ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τῷ Δανιηλ ἐπικαλουμένῳ δὲ Χαλδαϊστὶ Βαλτασαρ Δυνήσῃ δηλῶσαί μοι τὸ ὅραμα, ὃ εἶδον, καὶ τὴν τούτου σύγκρισιν; 27 ἐκφωνήσας δὲ ὁ Δανιηλ ἐπὶ τοῦ βασιλέως εἶπεν Τὸ μυστήριον, ὃ ἑώρακεν ὁ βασιλεύς, οὐκ ἔστι σοφῶν καὶ φαρμάκων καὶ ἐπαοιδῶν καὶ γαζαρηνῶν ἡ δήλωσις, 28 ἀλλ᾽ ἔστι θεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια, ὃς ἐδήλωσε τῷ βασιλεῖ Ναβουχοδονοσορ ἃ δεῖ γενέσθαι ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν. βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι· τὸ ἐνύπνιον καὶ τὸ ὅραμα τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστι. 29 σύ, βασιλεῦ, κατακλιθεὶς ἐπὶ τῆς κοίτης σου ἑώρακας πάντα, ὅσα δεῖ γενέσθαι ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, καὶ ὁ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι ἃ δεῖ γενέσθαι. 30 κἀμοὶ δὲ οὐ παρὰ τὴν σοφίαν τὴν οὖσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὸ μυστήριον τοῦτο ἐξεφάνθη, ἀλλ᾽ ἕνεκεν τοῦ δηλωθῆναι τῷ βασιλεῖ ἐσημάνθη μοι ἃ ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει. 31 καὶ σύ, βασιλεῦ, ἑώρακας, καὶ ἰδοὺ εἰκὼν μία, καὶ ἦν ἡ εἰκὼν ἐκείνη μεγάλη σφόδρα, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς ἑστήκει ἐναντίον σου, καὶ ἡ πρόσοψις τῆς εἰκόνος φοβερά· 32 καὶ ἦν ἡ κεφαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ, τὸ στῆθος καὶ οἱ βραχίονες ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, 33 τὰ δὲ σκέλη σιδηρᾶ, οἱ πόδες μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκινον. 34 ἑώρακας ἕως ὅτου ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά. 35 τότε λεπτὰ ἐγένετο ἅμα ὁ σίδηρος καὶ τὸ ὄστρακον καὶ ὁ χαλκὸς καὶ ὁ ἄργυρος καὶ τὸ χρυσίον καὶ ἐγένετο ὡσεὶ λεπτότερον ἀχύρου ἐν ἅλωνι, καὶ ἐρρίπισεν αὐτὰ ὁ ἄνεμος ὥστε μηδὲν καταλειφθῆναι ἐξ αὐτῶν· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα καὶ ἐπάταξε πᾶσαν τὴν γῆν. 36 τοῦτο τὸ ὅραμα· καὶ τὴν κρίσιν δὲ ἐροῦμεν ἐπὶ τοῦ βασιλέως. 37 σύ, βασιλεῦ βασιλεὺς βασιλέων, καὶ σοὶ ὁ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν, 38 ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνθρώπων καὶ θηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου κυριεύειν πάντων, σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. 39 καὶ μετὰ σὲ ἀναστήσεται βασιλεία ἐλάττων σου, καὶ τρίτη βασιλεία ἄλλη χαλκῆ, ἣ κυριεύσει πάσης τῆς γῆς. 40 καὶ βασιλεία τετάρτη ἰσχυρὰ ὥσπερ ὁ σίδηρος ὁ δαμάζων πάντα καὶ πᾶν δένδρον ἐκκόπτων, καὶ σεισθήσεται πᾶσα ἡ γῆ. 41 καὶ ὡς ἑώρακας τοὺς πόδας αὐτῆς μέρος μέν τι ὀστράκου κεραμικοῦ μέρος δέ τι σιδήρου, βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτῇ, καθάπερ εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ· 42 καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ μέρος τι ἔσται συντετριμμένον. 43 καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ, συμμειγεῖς ἔσονται εἰς γένεσιν ἀνθρώπων, οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὔτε εὐνοοῦντες ἀλλήλοις, ὥσπερ οὐδὲ ὁ σίδηρος δύναται συγκραθῆναι τῷ ὀστράκῳ. 44 καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων τούτων στήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις ἔσται εἰς τοὺς αἰῶνας καὶ οὐ φθαρήσεται, καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας ταύτας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα, 45 καθάπερ ἑώρακας ἐξ ὄρους τμηθῆναι λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον, τὸν σίδηρον καὶ τὸν χαλκὸν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν. ὁ θεὸς ὁ μέγας ἐσήμανε τῷ βασιλεῖ τὰ ἐσόμενα ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, καὶ ἀκριβὲς τὸ ὅραμα, καὶ πιστὴ ἡ τούτου κρίσις. 46 τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσωπον χαμαὶ προσεκύνησε τῷ Δανιηλ καὶ ἐπέταξε θυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ. 47 καὶ ἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιηλ εἶπεν Ἐπ᾽ ἀληθείας ἐστὶν ὁ θεὸς ὑμῶν θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος, ὅτι ἐδυνάσθης δηλῶσαι τὸ μυστήριον τοῦτο. 48 τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ Δανιηλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τῶν σοφιστῶν Βαβυλωνίας. 49 καὶ Δανιηλ ἠξίωσε τὸν βασιλέα ἵνα κατασταθῶσιν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας Σεδραχ, Μισαχ, Αβδεναγω· καὶ Δανιηλ ἦν ἐν τῇ βασιλικῇ αὐλῇ.
1 in anno secundo regni Nabuchodonosor
vidit Nabuchodonosor somnium
et conterritus est spiritus eius et somnium eius fugit ab eo
2 praecepit ergo rex
ut convocarentur arioli et magi et malefici et Chaldei
et indicarent regi somnia sua
qui cum venissent steterunt coram rege
3 et dixit ad eos rex
vidi somnium et mente confusus ignoro quid viderim
4 responderuntque Chaldei regi syriace rex in sempiternum vive
dic somnium servis tuis et interpretationem eius indicabimus
5 et respondens rex ait Chaldeis sermo recessit a me
nisi indicaveritis mihi somnium et coniecturam eius
peribitis vos et domus vestrae publicabuntur
6 si autem somnium et coniecturam eius narraveritis
praemia et dona et honorem multum accipietis a me
somnium igitur et interpretationem eius indicate mihi
7 responderunt secundo atque dixerunt
rex somnium dicat servis suis
et interpretationem illius indicabimus
8 respondit rex et ait
certo novi quia tempus redimitis
scientes quod recesserit a me sermo
9 si ergo somnium non indicaveritis mihi una est de vobis sententia
quod interpretationem quoque fallacem et deceptione plenam
conposueritis
ut loquamini mihi donec tempus pertranseat
somnium itaque dicite mihi ut sciam
quod interpretationem quoque eius veram loquamini
10 respondentes ergo Chaldei coram rege dixerunt
non est homo super terram qui sermonem tuum rex possit implere
sed neque regum quisquam magnus et potens verbum huiuscemodi
sciscitatur ab omni ariolo et mago et Chaldeo
11 sermo enim quem tu rex quaeris gravis est
nec repperietur quisquam qui indicet illum in conspectu regis
exceptis diis quorum non est cum hominibus conversatio
12 quo audito rex in furore et in ira magna
praecepit ut perirent omnes sapientes Babylonis
13 et egressa sententia sapientes interficiebantur
quaerebaturque Danihel et socii eius ut perirent
14 tunc Danihel requisivit de lege atque sententia
ab Arioch principe militiae regis
qui egressus fuerat ad interficiendos sapientes Babylonis
15 et interrogavit eum qui a rege acceperat potestatem
quam ob causam tam crudelis sententia a facie esset regis
egressa
cum ergo rem indicasset Arioch Daniheli
16 Danihel ingressus rogavit regem
ut tempus daret sibi ad solutionem indicandam regi
17 et ingressus est domum suam
Ananiaeque Misaheli et Azariae sociis suis indicavit negotium
18 ut quaererent misericordiam a facie Dei caeli super sacramento isto
et non perirent Danihel et socii eius cum ceteris sapientibus Babylonis
19 tunc Daniheli per visionem nocte mysterium revelatum
est
et Danihel benedixit Deo caeli
20 et locutus ait
sit nomen Domini benedictum a saeculo et usque in saeculum
quia sapientia et fortitudo eius sunt
21 et ipse mutat tempora et aetates
transfert regna atque constituit
dat sapientiam sapientibus et scientiam intellegentibus disciplinam
22 ipse revelat profunda et abscondita
et novit in tenebris constituta et lux cum eo est
23 tibi Deus patrum meorum confiteor teque laudo
quia sapientiam et fortitudinem dedisti mihi
et nunc ostendisti mihi quae rogavimus te
quia sermonem regis aperuisti nobis
24 post haec Danihel ingressus ad Arioch
quem constituerat rex ut perderet sapientes Babylonis
sic ei locutus est
sapientes Babylonis ne perdas introduc me in conspectu regis
et solutionem regi enarrabo
25 tunc Arioch festinus introduxit Danihelem ad regem et dixit ei
inveni hominem de filiis transmigrationis Iudae
qui solutionem regi adnuntiet
26 respondit rex et dixit Daniheli cuius nomen erat Balthasar
putasne vere potes indicare mihi somnium quod vidi
et interpretationem eius
27 et respondens Danihel coram rege ait
mysterium quod rex interrogat
sapientes magi et arioli et aruspices non queunt
indicare regi
28 sed est Deus in caelo revelans mysteria
qui indicavit tibi rex Nabuchodonosor
quae ventura sunt novissimis temporibus
somnium tuum et visiones capitis tui in cubili tuo huiuscemodi sunt
29 tu rex cogitare coepisti in stratu tuo quid esset futurum post haec
et qui revelat mysteria ostendit tibi quae ventura sunt
30 mihi quoque non in sapientia quae est in me
plus quam in cunctis viventibus sacramentum hoc revelatum est
sed ut interpretatio regi manifesta fieret
et cogitationes mentis tuae scires
31 tu rex videbas et ecce quasi statua una grandis
statua illa magna et statura sublimis stabat contra te
et intuitus eius erat terribilis
32 huius statuae caput ex auro optimo erat
pectus autem et brachia de argento
porro venter et femora ex aere
33 tibiae autem ferreae
pedum quaedam pars erat ferrea quaedam fictilis
34 videbas ita donec abscisus est lapis
sine manibus
et percussit statuam in pedibus eius ferreis et fictilibus
et comminuit eos
35 tunc contrita sunt pariter ferrum testa aes argentum et aurum
et redacta quasi in favillam aestivae areae rapta sunt
vento
nullusque locus inventus est eis
lapis autem qui percusserat statuam factus est mons magnus
et implevit universam terram
36 hoc est somnium
interpretationem quoque eius dicemus coram te rex
37 tu rex regum es
et Deus caeli regnum fortitudinem
et imperium et gloriam dedit tibi
38 et omnia in quibus habitant filii hominum et bestiae agri
volucresque caeli dedit in manu tua
et sub dicione tua universa constituit tu es ergo caput aureum
39 et post te consurget regnum aliud minus te
et regnum tertium aliud aereum quod imperabit universae terrae
40 et regnum quartum erit velut ferrum
quomodo ferrum comminuit et domat omnia
sic comminuet omnia haec et conteret
41 porro quia vidisti pedum et digitorum partem testae figuli et partem
ferream
regnum divisum erit
quod tamen de plantario ferri orietur
secundum quod vidisti ferrum mixtum testae ex luto
42 et digitos pedum ex parte ferreos et ex parte fictiles
ex parte regnum erit solidum et ex parte contritum
43 quia autem vidisti ferrum mixtum testae ex luto
commiscebuntur quidem humano semine sed non adherebunt sibi
sicuti ferrum misceri non potest testae
44 in diebus autem regnorum illorum suscitabit Deus caeli regnum
quod in aeternum non dissipabitur
et regnum eius populo alteri non tradetur
comminuet et consumet universa regna haec
et ipsum stabit in aeternum
45 secundum quod vidisti
quod de monte abscisus est lapis sine manibus
et comminuit testam et ferrum et aes et argentum et aurum
Deus magnus ostendit regi quae futura sunt
postea
et verum est somnium et fidelis interpretatio eius
46 tunc rex Nabuchodonosor cecidit in faciem suam
et Danihelum adoravit
et hostias et incensum praecepit ut sacrificarent ei
47 loquens ergo rex ait Daniheli
vere Deus vester Deus deorum est et Dominus regum
et revelans mysteria
quoniam potuisti aperire sacramentum hoc
48 tunc rex Danihelum in sublime extulit
et munera multa et magna dedit ei
et constituit eum principem super omnes provincias Babylonis
et praefectum magistratuum super cunctos sapientes Babylonis
49 Danihel autem postulavit a rege
et constituit super opera provinciae Babylonis
Sedrac Misac et Abdenago
ipse autem Danihel erat in foribus regis