1 Καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ισραηλ, καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων Βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα. 2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ᾽ αὐτοῦ Δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. 3 καὶ εἶπεν Ιωαβ πρὸς τὸν βασιλέα Καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ; 4 καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλθεν Ιωαβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ισραηλ. 5 καὶ διέβησαν τὸν Ιορδάνην καὶ παρενέβαλον ἐν Αροηρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γαδ καὶ Ελιεζερ 6 καὶ ἦλθον εἰς τὴν Γαλααδ καὶ εἰς γῆν Θαβασων, ἥ ἐστιν Αδασαι, καὶ παρεγένοντο εἰς Δανιδαν καὶ Ουδαν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα 7 καὶ ἦλθαν εἰς Μαψαρ Τύρου καὶ πάσας τὰς πόλεις τοῦ Ευαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον Ιουδα εἰς Βηρσαβεε 8 καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ιερουσαλημ. 9 καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο Ισραηλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ιουδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν.
10 Καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπεν Δαυιδ πρὸς κύριον Ἥμαρτον σφόδρα ὃ ἐποίησα· νῦν, κύριε, παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα. 11 καὶ ἀνέστη Δαυιδ τὸ πρωί. καὶ λόγος κυρίου ἐγένετο πρὸς Γαδ τὸν προφήτην τὸν ὁρῶντα Δαυιδ λέγων 12 Πορεύθητι καὶ λάλησον πρὸς Δαυιδ λέγων Τάδε λέγει κύριος Τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι. 13 καὶ εἰσῆλθεν Γαδ πρὸς Δαυιδ καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ Ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα. 14 καὶ εἶπεν Δαυιδ πρὸς Γαδ Στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ ἐν χειρὶ κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω· καὶ ἐξελέξατο ἑαυτῷ Δαυιδ τὸν θάνατον. 15 καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκεν κύριος ἐν Ισραηλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. 16 καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ιερουσαλημ τοῦ διαφθεῖραι αὐτήν, καὶ παρεκλήθη κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ Πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος κυρίου ἦν παρὰ τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου. 17 καὶ εἶπεν Δαυιδ πρὸς κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν Ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. 18 καὶ ἦλθεν Γαδ πρὸς Δαυιδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Ἀνάβηθι καὶ στῆσον τῷ κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ορνα τοῦ Ιεβουσαίου. 19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ, καθ᾽ ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος. 20 καὶ διέκυψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν Ορνα καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 21 καὶ εἶπεν Ορνα Τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; καὶ εἶπεν Δαυιδ Κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ. 22 καὶ εἶπεν Ορνα πρὸς Δαυιδ Λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. 23 τὰ πάντα ἔδωκεν Ορνα τῷ βασιλεῖ, καὶ εἶπεν Ορνα πρὸς τὸν βασιλέα Κύριος ὁ θεός σου εὐλογήσαι σε. 24 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ορνα Οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τῷ κυρίῳ θεῷ μου ὁλοκαύτωμα δωρεάν· καὶ ἐκτήσατο Δαυιδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα. 25 καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυιδ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς· καὶ προσέθηκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐπ᾽ ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσεν κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ισραηλ.
1 et addidit furor Domini irasci contra Israhel
commovitque David in eis dicentem vade numera Israhel et Iudam
2 dixitque rex ad Ioab principem exercitus sui
perambula omnes tribus Israhel a Dan usque Bersabee
et numerate populum ut sciam numerum eius
3 dixitque Ioab regi
adaugeat Dominus Deus tuus ad populum
quantus nunc est
iterumque centuplicet in conspectu domini mei regis
sed quid sibi dominus meus rex vult in re huiuscemodi
4 obtinuit autem sermo regis verba Ioab et principum exercitus
egressusque est Ioab et principes militum a facie regis
ut numerarent populum Israhel
5 cumque pertransissent Iordanem venerunt in Aroer
ad dextram urbis quae est in valle Gad
6 et per Iazer transierunt in Galaad et in terram inferiorem Hodsi
et venerunt in Dan silvestria
circumeuntesque iuxta Sidonem
7 transierunt propter moenia Tyri
et omnem terram Hevei et Chananei
veneruntque ad meridiem Iuda in Bersabee
8 et lustrata universa terra
adfuerunt post novem menses et viginti dies in Hierusalem
9 dedit ergo Ioab numerum descriptionis populi regi
et inventa sunt de Israhel
octingenta milia virorum fortium qui educerent gladium
et de Iuda quingenta milia pugnatorum
10 percussit autem cor David eum
postquam numeratus est populus
et dixit David ad Dominum peccavi valde in hoc facto
sed precor Domine ut transferas iniquitatem servi tui
quia stulte egi nimis
11 surrexit itaque David mane
et sermo Domini factus est ad Gad propheten et
videntem David dicens
12 vade et loquere ad David haec dicit Dominus
trium tibi datur optio
elige unum quod volueris ex his ut faciam tibi
13 cumque venisset Gad ad David nuntiavit ei dicens
aut septem annis veniet tibi fames in terra tua
aut tribus mensibus fugies adversarios tuos et illi
persequentur
aut certe tribus diebus erit pestilentia in terra tua
nunc ergo delibera et vide
quem respondeam ei qui me misit sermonem
14 dixit autem David ad Gad artor nimis
sed melius est ut incidam in manu Domini
multae enim misericordiae eius sunt
quam in manu hominis
15 inmisitque Dominus pestilentiam in Israhel
de mane usque ad tempus constitutum
et mortui sunt ex populo a Dan usque Bersabee septuaginta
milia virorum
16 cumque extendisset manum angelus Dei
super Hierusalem ut disperderet eam
misertus est Dominus super adflictione
et ait angelo percutienti populum
sufficit nunc contine manum tuam
erat autem angelus Domini iuxta aream Areuna Iebusei
17 dixitque David ad Dominum
cum vidisset angelum caedentem populum
ego sum qui peccavi ego inique egi
isti qui oves sunt quid fecerunt
vertatur obsecro manus tua contra me et contra domum patris mei
18 venit autem Gad ad David in die illa et dixit ei
ascende constitue Domino altare in area Areuna
Iebusei
19 et ascendit David iuxta sermonem Gad
quem praeceperat ei Dominus
20 conspiciensque Areuna animadvertit regem et servos eius transire ad se
21 et egressus adoravit regem prono vultu in terra et ait
quid causae est ut veniat dominus meus rex ad servum suum
cui David ait ut emam a te aream et aedificem altare Domino
et cesset interfectio quae grassatur in populo
22 et ait Areuna ad David
accipiat et offerat dominus meus rex sicut ei placet
habes boves in holocaustum
et plaustrum et iuga boum in usum lignorum
23 omnia dedit Areuna rex regi
dixitque Areuna ad regem
Dominus Deus tuus suscipiat votum tuum
24 cui respondens rex ait
nequaquam ut vis sed emam pretio a te
et non offeram Domino Deo meo holocausta gratuita
emit ergo David aream et boves argenti siclis quinquaginta
25 et aedificavit ibi David altare Domino
et obtulit holocausta et pacifica
et repropitiatus est Dominus terrae
et cohibita est plaga ab Israhel
EXPLICIT LIBER SAMUHELISID EST REGUM PRIMUS ET SECUNDUS