1 Γενομένων δὲ τῶν συνθηκῶν τούτων ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο. 2 τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου, ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰ τῆς ἡσυχίας ἄγειν. 3 Ἰοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα· παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ιουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπ᾽ αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας, 4 κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα· καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων. 5 μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν 6 καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεὸν παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν. 7 τοῦ δὲ χωρίου συγκλεισθέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα. 8 μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ιουδαίοις, 9 καὶ τοῖς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα.
10 Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον, προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι. 11 γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς. 12 Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν.
13 Ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην, ὄνομα δὲ Κασπιν. 14 οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις. 15 οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς Ἰησοῦ χρόνους ἐνέσεισαν θηριωδῶς τῷ τείχει. 16 καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι.
17 Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους. 18 καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν. 19 Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν. 20 ὁ δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις. 21 τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα. 22 ἐπιφανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανείας γενομένης ἐπ᾽ αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι. 23 ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ὁ Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν. 24 αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται. 25 πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας.
26 Ἐξελθὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσφαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους. 27 μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν, ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη, νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο, ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον. 28 ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους. 29 ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους. 30 ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ιουδαίων, ἣν οἱ Σκυθοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν, 31 εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι παρεγενήθησαν εἰς Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου.
32 Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ιδουμαίας στρατηγόν. 33 ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων. 34 παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ιουδαίων. 35 Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισα. 36 τῶν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου· 37 καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ᾽ ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο.
38 Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Οδολλαμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον. 39 τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ιουδαν καθ᾽ ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει, τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους. 40 εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ιαμνείας εἰδώλων, ἀφ᾽ ὧν ὁ νόμος ἀπείργει τοὺς Ιουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι. 41 πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τοῦ τὰ κεκρυμμένα φανερὰ ποιοῦντος 42 εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι. ὁ δὲ γενναῖος Ιουδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι ὑπ᾽ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν. 43 ποιησάμενός τε κατ᾽ ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος· 44 εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι· 45 εἶτε ἐμβλέπων τοῖς μετ᾽ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον, ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια· ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τῆς ἁμαρτίας ἀπολυθῆναι.
1 his factis pactionibus Lysias pergebat ad regem
Iudaei autem agriculturae operam dabant
2 sed hii qui resederant
Timotheus et Apollonius gehennae filius
sed et Hieronimus et Demofon
super hos et Nicanor cypriarches
non sinebant eos in silentio agere et quiete
3 Ioppitae vero tale quoddam flagitium perpetrarunt
rogaverunt Iudaeos cum quibus habitabant
ascendere scaphas quas paraverant cum uxoribus et filiis
quasi nullis inimicitiis inter eos subiacentibus
4 secundum communem itaque decretum civitatis
et ipsis adquiescentibus
pacisque causa nihil suspectum habentibus
cum in altum processissent submerserunt non minus ducentos
5 quam crudelitatem Iudas in suae gentis homines factam ut cognovit
praecepit viris qui erant cum ipso
et invocato iusto iudice Deo
6 venit adversus interfectores fratrum
et portum quidem noctu succendit scaphas exusit
eos autem qui ab igne refugerant gladio peremit
7 et cum haec ita egisset
discessit quasi iterum reversurus et universos Ioppitas eradicaturus
8 sed cum cognovisset
et eos qui erant Iamniae velle pari modo facere habitantibus secum
Iudaeis
9 Iamnitis quoque nocte supervenit et portum cum navibus succendit
ita ut lumen ignis pareret Hierosolymis
ab stadiis ducentis quadraginta
10 inde cum abissent novem stadiis
et iter facerent ad Timotheum
commiserunt cum eo Arabes quinque milia viri et equites quingenti
11 cumque pugna valida fieret
et auxilio Dei prospere cessisset
residui victi Arabes petebant a Iuda dextras sibi dari
promittentes pascua daturos et in ceteris profuturos
12 Iudas autem arbitratus vere in multis eos utiles promisit pacem
dextrisque acceptis discessere ad tabernacula sua
13 adgressus est autem et civitatem quandam firmam
pontibus murisque circumseptam
quae a turbis habitabatur gentium promiscuarum cui nomen Caspin
14 hii vero qui intus erant
confidentes in stabilitate murorum et adparatu alimoniarum
remissius agebant maledictis lacessentes Iudam
ac blasphemantes et loquentes quae fas
non est
15 Macchabeus autem invocato magno mundi principe
qui sine arietibus et machinis temporibus Iesu praecipitavit Hiericho
inruit ferociter muris
16 et capta civitate per Domini voluntatem
inenarrabiles caedes fecit
ita ut adiacens stagnum stadiorum duo
latitudinis
sanguine infectum fluere videretur
17 inde discesserunt stadia septingenta quinquaginta
et venerunt in Characa ad eos qui dicuntur Tubianei Iudaeos
18 et Timotheum quidem in illis locis conprehenderunt
nulloque negotio perfecto regressus est
relicto in quodam loco firmissimo praesidio
19 Dositheus autem et Sosipater
qui erant duces cum Macchabeo
peremerunt a Timotheo relictos in praesidio decem milia viros
20 at Macchabeus ordinatis circum se sex milibus
et constitutis per cohortes
adversus Timotheum processit
habentem secum centum viginti milia peditum
equitumque duo milia quingentos
21 cognito autem Iudae adventu
Timotheus praemisit mulieres et filios et reliquum adparatum
in praesidium quod Carnion dicitur
erat enim inexpugnabile et accessu difficile propter locorum angustias
22 cumque cohors Iudae prima apparuisset
timor hostibus incussus est ex praesentia Dei qui universa conspicit
et in fugam versi sunt alius alio
ita ut magis a suis deicerentur
et gladiorum suorum ictibus debilitarentur
23 Iudas autem vehementer instabat puniens profanos
et prostravit ex eis triginta milia virorum
24 ipse vero Timotheus incidit in partes Dosithei et Sosipatri
et multis precibus postulabat ut vivus dimitteretur
eo quod multorum ex Iudaeis parentes haberet ac fratres
quos morte eius decipi eveniret
25 et cum fidem dedisset restituturum se eos secundum constitutum
inlaesum eum dimiserunt propter fratrum salutem
26 Iudas autem egressus est a Carnio
interfectis viginti quinque milibus
27 post horum fugam et necem movit exercitum ad Efron
civitatem munitam in qua multitudo diversarum gentium habitabat
et robusti iuvenes pro muris consistentes fortiter repugnabant
in hac autem machinae multae et telorum erat adparatus
28 sed cum Omnipotentem invocassent
qui potestate vires hostium confregit
ceperunt civitatem
et ex eis qui intus erant viginti quinque milia prostraverunt
29 inde ad civitatem Scytarum abierunt
quae ab Hierosolymis sescentis stadiis aberat
30 contestantibus autem his qui apud Scytopolitas erant Iudaeis
quod benigne ab eis haberentur etiam temporibus infelicitatis
quod modeste secum egerint
31 gratias agentes eis
exhortati etiam de cetero erga genus suum benignos esse
venerunt Hierosolymam
die sollemni septimanarum instante
32 et post pentecosten abierunt contra Gorgiam praepositum Idumeae
33 exivit autem cum peditibus tribus milibus et equitibus quadringentis
34 quibus congressis contigit paucos ruere Iudaeorum
35 Dositheus vero quidam de Bachenoris eques vir fortis Gorgiam tenebat
et cum vellet illum capere vivum
eques quidam de Thracibus inruit in eum umerumque eius amputavit
atque ita Gorgias effugit in Marisa
36 at illis qui cum Esdrin erant diutius pugnantibus et fatigatis
invocavit Dominum Iudas adiutorem et ducem belli fieri
37 incipiens voce patria et cum hymnis clamorem extollens
fugam Gorgiae militibus incussit
38 Iudas autem collecto exercitu
venit in civitatem Odollam
et cum septima dies superveniret
secundum consuetudinem purificati
in eodem loco sabbatum egerunt
39 et sequenti die venit cum suis Iudas ut corpora prostratorum tolleret
et cum parentibus poneret in sepulchris paternis
40 invenerunt autem sub tunicis interfectorum de donariis idolorum
quae apud Iamnian fuerunt
a quibus lex prohibet Iudaeos
omnibus ergo manifestum factum est
ob hanc causam eos corruisse
41 omnes itaque benedixerunt iustum iudicium Domini
qui occulta fecerit manifesta
42 atque ita ad preces conversi rogaverunt
ut id quod factum erat delictum obliteraretur
at vero fortissimus Iudas hortabatur populum
conservare se sine peccato
sub oculis videntes quae facta sint
pro peccato eorum qui prostrati sunt
43 et facta conlatione
duodecim milia dragmas argenti misit Hierosolymam
offerri pro peccato sacrificium
bene et religiose de resurrectione cogitans
44 nisi enim eos qui ceciderant resurrecturos speraret
superfluum videretur et vanum orare pro mortuis
45 et quia considerabat quod hii qui cum pietate dormitionem acceperant
optimam haberent repositam gratiam
46 sancta ergo et salubris cogitatio
pro defunctis exorare ut a peccato solverentur