1 Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα 2 καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν. 3 καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ, τὴν Ακραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. 4 καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιαν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς· 5 καὶ συνεκλείσθησαν ὑπ᾽ αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρενέβαλεν ἐπ᾽ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν. 6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν· 7 καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς. 8 καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν.
9 Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα 10 καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες Ἐπισυνηγμένα ἐστὶν ἐφ᾽ ἡμᾶς τὰ ἔθνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς 11 καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν· 12 νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος, 13 καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν. 14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα 15 λέγοντες ἐπισυνῆχθαι ἐπ᾽ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς. 16 ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ᾽ αὐτῶν. 17 καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ, ἐγὼ δὲ καὶ Ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν. 18 καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν 19 καὶ ἐνετείλατο αὐτοῖς λέγων Πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς. 20 καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν. 21 καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ, 22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. 23 καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ᾽ εὐφροσύνης μεγάλης. 24 καὶ Ιουδας ὁ Μακκαβαῖος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ. 25 καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι 26 καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις, Χασφω, Μακεδ καὶ Καρναιν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι· 27 καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι, εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ. 28 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί. 29 καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα· 30 καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς. 31 καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ, 32 καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν. 33 καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ. 34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστιν, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας. 35 καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί. 36 ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφω, Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος. 37 μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραφων ἐκ πέραν τοῦ χειμάρρου. 38 καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα· 39 καὶ Ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη Ιουδας εἰς συνάντησιν αὐτῶν. 40 καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς· 41 ἐὰν δὲ δειλανθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν. 42 ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων Μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον. 43 καὶ διεπέρασεν ἐπ᾽ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος Καρναιν. 44 καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη Καρναιν, καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου. 45 καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ιουδα. 46 καὶ ἦλθον ἕως Εφρων, καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ᾽ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ᾽ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι· 47 καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις. 48 καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων Διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεθα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ. 49 καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ· 50 καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτοῦ. 51 καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων. 52 καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσαν. 53 καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλθεν εἰς γῆν Ιουδα. 54 καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.
55 Καὶ ἐν ταῖς ἡμέραις, ἐν αἷς ἦν Ιουδας καὶ Ιωναθαν ἐν γῇ Γαλααδ καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος, 56 ἤκουσεν Ιωσηφ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν, 57 καὶ εἶπον Ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν. 58 καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ᾽ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν. 59 καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον. 60 καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας. 61 καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι· 62 αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν.
63 Καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν· 64 καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες. 65 καὶ ἐξῆλθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν. 66 καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν. 67 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως. 68 καὶ ἐξέκλινεν Ιουδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα.
1 et factum est ut audierunt gentes in circuitu
quia aedificatum est altare et sancta sicut prius
et iratae sunt valde
2 et cogitabant tollere genus Iacob qui erant inter eos
et coeperunt occidere de populo et persequi
3 et debellabat Iudas filios Esau in Idumea
et eos qui erant in Acrabattene
quia circumsedebant Israhelitas
et percussit eos plaga magna
4 et recordatus est malitiam filiorum Bean
qui erant populo in laqueum et in scandalum
insidiantes in via
5 et conclusi sunt ab eo in turribus
et adplicuit ad eos et anathematizavit eos
et incendit turres eorum igni cum omnibus qui in eis erant
6 et transiit ad filios Ammon
et invenit manum fortem et populum copiosum
et Timotheum ducem ipsorum
7 et commisit cum eis proelia multa
et contriti sunt in conspectu eorum et percussit eos
8 et cepit Iazer civitatem et filias eius
et reversus est in Iudaeam
9 et congregatae sunt gentes quae sunt in Galaad
adversus Israhelitas qui erant in finibus eorum
ut tollerent eos
et fugerunt in Datheman munitionem
10 et miserunt litteras ad Iudam et fratres eius dicentes
congregatae sunt adversum nos gentes per circuitum
ut auferant nos
11 et parant venire et occupare munitionem in quam confugimus
et Timotheus est dux exercitus eorum
12 nunc ergo veni eripe nos de manibus eorum
quia cecidit multitudo de nobis
13 et omnes fratres nostri qui erant in locis Tubi interfecti sunt
et captivas abduxerunt uxores
eorum et natos et spolia
et peremerunt illic ferme mille viros
14 et adhuc epistulae legebantur et ecce alii nuntii venerunt de Galilea
conscissis tunicis nuntiantes secundum verba haec
15 dicentes
convenisse adversum se a Ptolomaida et Tyro et
Sidone et omni Galilea alienigenas
ut nos consumant
16 ut audivit autem Iudas et populus sermones istos
convenit ecclesia magna cogitare quid facerent fratribus suis
qui in tribulatione erant et expugnabantur ab eis
17 dixitque Iudas Simoni fratri suo
elige tibi viros et vade et libera fratres tuos in Galilea
ego enim et frater meus Ionathas ibimus in Galaditin
18 et reliquit Iosepphum filium Zacchariae et Azariam duces populi
cum residuo exercitu in Iudaeam ad custodiendum
19 et praecepit illi dicens praeesto populo huic
et nolite bellum committere adversus gentes donec revertamur
20 et dati sunt Simoni viri tria milia ut iret in Galileam
Iudae autem octo milia in Galaditin
21 et abiit Simon in Galileam et commisit proelia multa cum gentibus
et contritae sunt gentes a facie eius
et persecutus est eos usque ad portam
22 Ptolomaidis
et ceciderunt de gentibus fere tria milia virorum
et accepit spolia eorum
23 et sumpsit eos qui erant in Galilea et
in Arbatis
cum uxoribus et natis et omnibus quae erant illis
et adduxit in Iudaeam cum laetitia magna
24 et Iudas Macchabeus et Ionathas et fratres eius
transierunt Iordanem
et abierunt viam trium dierum per desertum
25 et occurrerunt eis Nabuthei et susceperunt eos pacifice
et narraverunt eis omnia
quae acciderunt fratribus in Galaditide
26 et quia multi ex eis conprehensi sunt in Basara et
Bosor
et in Alimis et in Casfor et Macet et Carnain
hae omnes civitates munitae et magnae
27 sed et in ceteris civitatibus Galaditidis tenentur conprehensi
et in crastinum constituerunt admovere exercitum
civitatibus his
et conprehendere et tollere eos in una die
28 et convertit Iudas et exercitus eius viam in desertum Bosor repente
et occupavit civitatem et occidit omnem masculum in ore gladii
et accepit omnia spolia eorum et succendit eam igni
29 et surrexerunt inde nocte et ibant usque ad munitionem
30 et factum est diluculo cum adlevassent oculos suos
ecce populus multus cuius non erat numerus
portantes scalas et machinas
ut conprehenderent munitionem et expugnarent eos
31 et vidit Iudas quia coepit bellum
et clamor belli ascendit in caelum sicut tuba
et clamor magnus de civitate
32 et exercitui dixit
pugnate hodie pro fratribus vestris
33 et venit tribus ordinibus post eos
et exclamaverunt tubis et clamaverunt in oratione
34 et cognoverunt castra Timothei quia Macchabeus est
et refugerunt a facie eius et percusserunt eos plaga magna
et ceciderunt ex eis in illa die fere octo milia
virorum
35 et divertit Iudas in Maspha
et expugnavit et cepit eam et occidit omnem masculum eius
et sumpsit spolia eius et succendit eam igni
36 inde perrexit et cepit Casbon et Maged et Bosor
et reliquas civitates Galaditidis
37 post haec autem verba congregavit Timotheus exercitum alium
et castra posuit contra Rafon trans torrentem
38 et misit Iudas speculari exercitum et renuntiaverunt ei dicentes
quia convenerunt ad eum omnes gentes quae in circuitu nostro sunt
exercitus multus nimis
39 et Arabas conduxit in auxilium
et castra posuerunt trans torrentem
parati venire ad te in proelium
et abiit Iudas obviam illis
40 et ait Timotheus principibus exercitus sui
cum adpropiaverit Iudas et exercitus eius ad
torrentem aquae
si transierit ad nos prior
non poterimus sustinere eum quia potens poterit adversum nos
41 si vero timuerit transire et posuerit castra extra flumen
transfretemus ad eos et poterimus adversus illum
42 ut autem adpropinquavit Iudas ad torrentem aquae
statuit scribas populi secus torrentem et mandavit eis dicens
neminem hominum reliqueritis sed veniant omnes in proelium
43 et transfretavit ad illos prior et omnis populus post eum
et contritae sunt ante faciem eorum omnes gentes
et proiecerunt arma sua
et fugerunt ad fanum quod est in Carnain
44 et occupavit ipsam civitatem
et fanum succendit igni cum omnibus qui erant in ipso
et oppressa est Carnain
et non potuit sustinere contra faciem Iudae
45 et congregavit Iudas universos Israhelitas
qui erant in Galaditiden
a minimo usque ad maximum et uxores eorum et natos
et exercitum magnum valde ut venirent in terram Iudae
46 et venerunt usque Efron
et haec civitas magna in ingressu posita munita valde
et non erat declinare ab ea dextra vel sinistra
sed per mediam iter erat
47 et incluserunt se qui erant in civitate et obstruxerunt portas lapidibus
et misit ad eos Iudas verbis pacificis
48 dicens
transeamus per terram vestram ut eamus in terram nostram
et nemo vobis nocebit
tantum pedibus transibimus
et nolebant eis aperire
49 et praecepit Iudas praedicare in castris
ut adplicarent unusquisque in quo erat loco
50 et adplicuerunt viri virtutis
et obpugnavit civitatem illam tota die et tota nocte
et tradita est civitas in manu eius
51 et peremerunt omnem masculum in ore gladii
et eradicavit eam et accepit spolia eius
et transiit per totam civitatem super interfectos
52 et transgressi sunt Iordanem in campo magno contra
Bethsan
53 et erat Iudas congregans extremos
et exhortabatur populum per totam viam
donec venerunt in terram Iuda
54 et ascenderunt in montem Sion cum laetitia et gaudio
et obtulerunt holocausta quod nemo ex eis cecidisset
donec reverterentur in pace
55 et in diebus quibus erat Iudas et Ionathas in terra Galaad
et Simeon frater eius in Galilea contra faciem Ptolomaidis
56 audivit Iosepphus Zacchariae filius et Azarias princeps virtutis
res bene gestas et proelia quae facta sunt
57 et dixit faciamus et ipsi nobis nomen
et eamus pugnare adversum gentes quae in circuitu nostro sunt
58 et praecepit his qui erant in exercitu suo et abierunt Iamniam
59 et exivit Gorgias de civitate et viri eius
obviam illi in pugnam
60 et fugati sunt Iosepphus et Azarias usque in fines Iudae
et ceciderunt illa die de populo Israhel ad duo milia viri
et facta est fuga magna in populo
61 quia non audierunt Iudam et fratres eius
existimantes se fortiter facturos
62 ipsi autem non erant de semine virorum illorum
per quos salus facta est in Israhel
63 et viri Iuda magnificati sunt valde in conspectu omnis Israhel
et gentium omnium ubi audiebatur nomen eorum
64 et convenerunt ad eos fausta adclamantes
65 et exivit Iudas et fratres eius
et expugnabant filios Esau in terra quae ad austrum est
et percussit Chebron et filias eius
et muros eius et turres succendit in circuitu
66 et movit castra ut iret in terra alienigenarum
et perambulabat Samariam
67 in illa die ceciderunt sacerdotes in bello
dum vult fortiter facere
dum sine consilio exiit in proelium
68 et declinavit Iudas in Azotum in terra alienigenarum
et vidit aras eorum
et spolia deorum ipsorum succendit igni
et cepit spolia civitatum et regressus est in terram
Iuda