1 Καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτὸς 2 ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί. 3 καὶ ἤκουσεν Ιουδας καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Αμμαους, 4 ἕως ἔτι ἐσκορπισμέναι ἦσαν αἱ δυνάμεις ἀπὸ τῆς παρεμβολῆς. 5 καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὗρεν· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπεν Φεύγουσιν οὗτοι ἀφ᾽ ἡμῶν. 6 καὶ ἅμα ἡμέρᾳ ὤφθη Ιουδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον ὡς ἠβούλοντο. 7 καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν καὶ τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου. 8 καὶ εἶπεν Ιουδας τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ Μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε· 9 μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτε ἐδίωκεν αὐτοὺς Φαραω ἐν δυνάμει· 10 καὶ νῦν βοήσωμεν εἰς οὐρανόν, εἰ θελήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον, 11 καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ισραηλ. 12 καὶ ἦραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξ ἐναντίας 13 καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου 14 καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον, 15 οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ. καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας, καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους. 16 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν 17 καὶ εἶπεν πρὸς τὸν λαόν Μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν, 18 καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας. 19 ἔτι πληροῦντος Ιουδου ταῦτα μέρος τι ὤφθη ἐκκύπτον ἐκ τοῦ ὄρους· 20 καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσιν τὴν παρεμβολήν· ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζεν τὸ γεγονός. 21 οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν 22 ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων. 23 καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς, καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν. 24 καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 25 καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
26 Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα. 27 ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν, τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ, καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς, ἐξέβη. 28 καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς. 29 καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις, καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. 30 καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ, ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ιωναθου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ· 31 οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν· 32 δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν· 33 κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις. 34 καὶ συνέβαλλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν. 35 ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὑτοῦ συντάξεως, τῆς δὲ Ιουδου τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνηκέναι γενναίως, ἀπῆρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσθαι εἰς τὴν Ιουδαίαν.
36 Εἶπεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι. 37 καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιων. 38 καὶ εἶδον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον βεβηλωμένον καὶ τὰς θύρας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀρέων καὶ τὰ παστοφόρια καθῃρημένα. 39 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν 40 καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν τῶν σημασιῶν καὶ ἐβόησαν εἰς οὐρανόν. 41 τότε ἐπέταξεν Ιουδας ἀνδράσιν πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως καθαρίσῃ τὰ ἅγια. 42 καὶ ἐπελέξατο ἱερεῖς ἀμώμους θελητὰς νόμου, 43 καὶ ἐκαθάρισαν τὰ ἅγια καὶ ἦραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον. 44 καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσιν· 45 καὶ ἔπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ καθελεῖν αὐτό, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον 46 καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν. 47 καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον. 48 καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν 49 καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν. 50 καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἔφαινον ἐν τῷ ναῷ. 51 καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα. καὶ ἐτέλεσαν πάντα τὰ ἔργα, ἃ ἐποίησαν. 52 καὶ ὤρθρισαν τὸ πρωὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου (οὗτος ὁ μὴν Χασελευ) τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους 53 καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν, ὃ ἐποίησαν. 54 κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν, ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ κυμβάλοις. 55 καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς. 56 καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ᾽ εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως. 57 καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοφόρια καὶ ἐθύρωσαν αὐτά. 58 καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὀνειδισμὸς ἐθνῶν. 59 καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι τοῦ ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελευ μετ᾽ εὐφροσύνης καὶ χαρᾶς. 60 καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιων κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς, μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον. 61 καὶ ἀπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσεν αὐτὸ τηρεῖν τὴν Βαιθσουραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ιδουμαίας.
1 et adsumpsit Gorgias quinque milia virorum et mille equites electos
et moverunt castra nocte
2 ut adplicarent ad castra Iudaeorum et percuterent eos subito
et filii qui erant ex arce erant illi duces
3 et audivit Iudas et surrexit ipse et potentes
percutere virtutem exercituum regis
quae erat in Ammaum
4 adhuc enim dispersus erat exercitus a castris
5 et venit Gorgias in castra Iudae noctu et neminem
invenit
et quaerebant eos in montibus
quoniam dixit fugiunt hii a nobis
6 et cum dies factus esset apparuit Iudas in campo
cum tribus milibus virorum tantum
quia tegumenta et gladios non habebant
7 et viderunt castra gentium valida
et loricatos et equitatus in circuitu eorum
et hii docti proelium
8 et ait Iudas viris qui secum erant
ne timueritis multitudinem eorum et impetum eorum ne formidetis
9 mementote qualiter salvi facti sunt patres nostri in mari Rubro
cum sequeretur eos Pharao cum exercitu
10 et nunc clamemus in caelum
et miserebitur nostri et testamenti patrum
nostrorum
et conteret exercitum istum ante faciem nostram hodie
11 et scient omnes gentes quia est qui redimat et liberet Israhel
12 et levaverunt alienigenae oculos suos
et viderunt eos venientes ex adverso
13 et exierunt de castris in proelium
et tuba cecinerunt hii qui fuerant cum Iuda
14 et congressi sunt et contritae sunt gentes et fugerunt in campum
15 novissimi autem ceciderunt gladio
et persecuti sunt eos usque Gesoron
et usque in campos Idumeae et Azoti et Iamniae
et ceciderunt ex illis ad tria milia virorum
16 et reversus est Iudas et exercitus eius sequens eum
17 et dixit ad populum
non concupiscatis spolia quia bellum contra nos est
18 et Gorgias et exercitus eius in monte prope nos
sed state contra inimicos nostros et expugnate eos
et post hoc sumetis spolia
19 et adhuc loquente Iuda haec apparuit pars quaedam
prospiciens de monte
20 et vidit quod in fugam conversi sunt
et succensa sunt castra
fumus enim qui videbatur declarabat quod factum est
21 quibus illi conspectis timuerunt valde
aspicientes simul et Iudam et exercitum in campo paratum ad proelium
22 et fugerunt omnes in campo alienigenarum
23 et Iudas reversus est ad spolia castrorum
et acceperunt aurum multum et argentum
et hyacinthum et purpuram marinam et opes magnas
24 et conversi hymnum canebant
et benedicebant in caelum
quoniam bonum est
quoniam in saeculum misericordia eius
25 et facta est salus magna in Israhel in illa die
26 quicumque autem alienigenarum evaserunt
venerunt et nuntiaverunt Lysiae universa quae acciderant
27 quibus auditis ille consternatus est animo deficiebat
quod non qualia voluit talia contigerunt in Israhel
et qualia mandavit rex
28 et sequenti anno
congregavit electorum virorum sexaginta milia
et equitum quinque milia
ut debellaret eos
29 et venerunt in Iudaeam et castra posuerunt in Bethoron
et occurrit illis Iudas cum decem milibus viris
30 et viderunt exercitum fortem et oravit et dixit
benedictus es salvator Israhel
qui contrivisti impetum potentis in manu servi tui David
et tradidisti castra alienigenarum in manus Ionathae
filii Saul et armigeri eius
31 conclude exercitum istum in manu populi tui Israhel
et confundantur in exercitu suo et equitibus
32 da illis formidinem et tabefac audaciam virtutis eorum
et commoveantur contritione sua
33 deice eos gladio diligentium te
et conlaudent te omnes qui noverunt nomen tuum in hymnis
34 et commiserunt
et ceciderunt de exercitu Lysiae quinque milia virorum
35 videns autem Lysias suorum fugam et Iudaeorum audaciam
et quod parati sunt aut vivere aut mori fortiter
abiit Antiochiam et elegit milites
ut multiplicatus rursus veniret in Iudaeam
36 dixit autem Iudas et fratres eius ecce contriti sunt inimici nostri
ascendamus nunc mundare sancta et renovare
37 et congregatus est omnis exercitus et ascenderunt in montem Sion
38 et viderunt sanctificationem desertam
et altare profanatum et portas exustas
et in atriis virgulta nata sicut in saltu vel montibus
et pastoforia diruta
39 sciderunt vestimenta sua et planxerunt planctu magno
et inposuerunt cinerem
40 et ceciderunt in faciem super terram
et exclamaverunt tubis signorum et clamaverunt in caelum
41 tunc ordinavit Iudas viros
ut pugnarent adversus eos qui erant in arce
donec emundarent sancta
42 et elegit sacerdotes sine macula voluntatem habentes in lege Dei
43 et mundaverunt sancta
et tulerunt lapides contaminationis in locum inmundum
44 et cogitavit de altare holocaustorum quod profanatum erat
quid de eo faceret
45 et incidit illi consilium bonum ut destrueret
illud
ne forte esset illis in obprobrium
quia contaminaverunt illud gentes
et demoliti sunt illud
46 et reposuerunt lapides in monte domus in loco apto
quoadusque veniret propheta et responderet de eis
47 et acceperunt lapides integros secundum legem
et aedificaverunt altare novum secundum illud quod fuit prius
48 et aedificaverunt sancta et quae intra domum intrinsecus
et aedem et atria sanctificaverunt
49 et fecerunt vasa sancta nova
et intulerunt candelabrum et altare incensorum et mensam in templum
50 et incensum posuerunt super altare
et accenderunt lucernas quae super candelabrum erant
et lucebant in templo
51 et posuerunt super mensam panes et adpenderunt vela
et consummaverunt omnia opera quae fecerunt
52 et ante matutinum surrexerunt
quinta et vicesima mensis noni hic mensis casleu
centesimi quadragesimi octavi anni
53 et obtulerunt sacrificium secundum legem
super altare holocaustorum novum quod fecerunt
54 secundum tempus et secundum diem
in qua contaminaverunt illud gentes
in ipsa renovatum est in canticis et citharis et cinyris et
cymbalis
55 et cecidit omnis populus et adoraverunt
et benedixerunt in caelum ei qui
prosperavit eis
56 et fecerunt dedicationem altaris diebus octo
et obtulerunt holocausta cum laetitia
et salutaria laudis
57 et ornaverunt faciem templi coronis aureis et scutulis
et dedicaverunt portas et pastoforia
et inposuerunt eis ianuas
58 et facta est laetitia in populo magna valde
et aversum est obprobrium gentium
59 et statuit Iudas et fratres eius et universa ecclesia Israhel
ut agatur dies dedicationis altaris in temporibus suis ab anno in annum per dies octo
a quinta et vicesima mensis casleu cum laetitia et gaudio
60 et aedificaverunt in tempore illo montem Sion
et per circuitum muros altos et turres firmas
nequando venirent gentes et conculcarent eam sicut antea fecerunt
61 et conlocavit illic exercitum ut servarent eam
et munivit eam ad custodiendam Bethsuram
ut haberet populus munitionem contra faciem Idumeae