1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδεϊν. 2 καὶ αὐτῷ υἱοὶ πέντε, Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι, 3 Σιμων ὁ καλούμενος Θασσι, 4 Ιουδας ὁ καλούμενος Μακκαβαῖος, 5 Ελεαζαρ ὁ καλούμενος Αυαραν, Ιωναθης ὁ καλούμενος Απφους. 6 καὶ εἶδεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ 7 καὶ εἶπεν Οἴμμοι, ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων; 8 ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος, 9 τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ. 10 ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς; 11 πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην. 12 καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη. 13 ἵνα τί ἡμῖν ἔτι ζωή; 14 καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα.
15 Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεϊν τὴν πόλιν, ἵνα θυσιάσωσιν. 16 καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν. 17 καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθια λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελφοῖς· 18 νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ, καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς. 19 καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾁρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ, 20 κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν· 21 ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα· 22 τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν. 23 καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεϊν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως. 24 καὶ εἶδεν Ματταθιας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν· 25 καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλεν. 26 καὶ ἐζήλωσεν τῷ νόμῳ, καθὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ. 27 καὶ ἀνέκραξεν Ματταθιας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου. 28 καὶ ἔφυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει.
29 Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ, 30 αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐσκληρύνθη ἐπ᾽ αὐτοὺς τὰ κακά. 31 καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν, αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ. 32 καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ᾽ αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων 33 καὶ εἶπον πρὸς αὐτούς Ἕως τοῦ νῦν· ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσθε. 34 καὶ εἶπον Οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων. 35 καὶ ἐτάχυναν ἐπ᾽ αὐτοὺς πόλεμον. 36 καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς οὐδὲ ἐνέφραξαν τοὺς κρύφους 37 λέγοντες Ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφ᾽ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς. 38 καὶ ἀνέστησαν ἐπ᾽ αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων.
39 Καὶ ἔγνω Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ ἐπένθησαν ἐπ᾽ αὐτοὺς σφόδρα. 40 καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ Ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ὀλεθρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς. 41 καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες Πᾶς ἄνθρωπος, ὃς ἐὰν ἔλθῃ ἐφ᾽ ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις. 42 τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ· 43 καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα. 44 καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι. 45 καὶ ἐκύκλωσεν Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς 46 καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ, ἐν ἰσχύι 47 καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν· 48 καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ.
49 Καὶ ἤγγισαν αἱ ἡμέραι Ματταθιου ἀποθανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίσθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ. 50 νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν 51 καὶ μνήσθητε τὰ ἔργα τῶν πατέρων, ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον. 52 Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην; 53 Ιωσηφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου. 54 Φινεες ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαθήκην ἱερωσύνης αἰωνίας. 55 Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ. 56 Χαλεβ ἐν τῷ μαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβεν γῆς κληρονομίαν. 57 Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας εἰς αἰῶνας. 58 Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη εἰς τὸν οὐρανόν. 59 Ανανιας, Αζαριας, Μισαηλ πιστεύσαντες ἐσώθησαν ἐκ φλογός. 60 Δανιηλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων. 61 καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ᾽ αὐτὸν οὐκ ἀσθενήσουσιν. 62 καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας· 63 σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται. 64 τέκνα, ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε. 65 καὶ ἰδοὺ Συμεων ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ἔσται ὑμῶν πατήρ. 66 καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν. 67 καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν· 68 ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου. — 69 καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ. 70 καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάφη ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδεϊν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν.
1 in illis diebus surrexit Matthathias filius Iohannis
filii Simeonis
sacerdos ex filiis Ioarim ab Hierusalem
et consedit in monte Modin
2 et habebat filios quinque
Iohannan qui cognominabatur Gaddis
3 et Simeon qui cognominabatur Thasi
4 et Iudas qui vocabatur Macchabeus
5 et Eleazarus qui cognominabatur Abaron
et Ionathas qui cognominabatur Apphus
6 hii viderunt mala quae fiebant in populo Iuda et in Hierusalem
7 et dixit Matthathias
vae mihi ut quid natus sum videre contritionem populi mei
et contritionem civitatis sanctae
et sedere illic cum datur in manibus inimicorum
8 sancta in manu extraneorum facta sunt
templum eius sicut homo ignobilis
9 vasa gloriae eius captiva abducta sunt
trucidati sunt iuvenes eius in plateis
et iuvenes eius ceciderunt gladio inimicorum
10 quae gens non hereditavit regnum eius et non obtinuit spolia eius
11 omnis conpositio eius ablata est
quae erat libera facta est ancilla
12 et ecce sancta nostra et pulchritudo nostra et claritas nostra desolata
est
et coinquinaverunt eam gentes
13 quo ergo nobis adhuc vivere
14 et scidit Matthathias et filii eius vestimenta sua
et operuerunt se ciliciis et planxerunt valde
15 et venerunt illuc qui missi erant a rege Antiocho
ut cogerent eos qui confugerant in civitate Modin
immolare et accendere et a lege Dei
discedere
16 et multi de populo Israhel consentientes accesserunt ad eos
sed Matthathias et filii eius constanter steterunt
17 et respondentes qui missi erant ab Antiocho dixerunt Matthathiae
princeps et clarissimus et magnus es in hac civitate
et ornatus filiis et fratribus
18 ergo accede prior et fac iussum regis sicut fecerunt omnes gentes
et viri Iuda et qui remanserunt in Hierusalem
et eris tu et filii tui inter amicos regis
et amplificatus argento et auro et muneribus multis
19 et respondit Matthathias et dixit magna voce
et si omnes gentes regi Antiocho oboediunt
ut discedat unusquisque a servitute patrum suorum
et consentiunt mandatis eius
20 ego et filii mei et fratres mei oboediemus legi patrum nostrorum
21 propitius sit nobis Deus
non est nobis utile relinquere legem et iustitias Dei
22 non audibimus verba regis
Antiochi
nec sacrificabimus transgredientes legis nostrae
mandata
ut eamus altera via
23 et ut cessavit loqui verba haec
accessit quidam Iudaeus in omnium oculis
sacrificare idolis super aram in civitate Modin secundum iussum regis
24 et vidit Matthathias et doluit et contremuerunt renes eius
et ascendit furor eius secundum
iudicium legis
et insiliens trucidavit eum super aram
25 sed et virum quem miserat rex Antiochus
qui cogebat immolari
occidit in ipso tempore et aram destruxit
26 et zelatus est legem sicut fecit Finees Zambri filio Salomi
27 et exclamavit Matthathias voce magna dicens
omnis qui zelum habet legis statuens testamentum exeat post me
28 et fugit ipse et filii eius in montes
et reliquerunt quaecumque habebant in civitate
29 tunc descenderunt multi quaerentes iudicium et iustitiam in desertum
30 ut sederent ibi
ipsi et filii eorum et mulieres eorum et pecora eorum
quoniam induraverunt super eos mala
31 et renuntiatum est viris regis
et exercitui qui erat in Hierusalem civitate David
quoniam discessissent viri quidam qui dissipaverunt mandatum regis
in loca occulta in deserto
et abissent post illos multi
32 et statim perrexerunt ad eos
et constituerunt adversus eos proelium in die sabbatorum
33 et dixerunt ad eos resistitis et nunc adhuc
exite et facite secundum verbum regis et vivetis
34 et dixerunt non exibimus
neque faciemus verbum regis ut polluamus diem sabbatorum
35 et concitaverunt adversus eos proelium
36 et non responderunt eis
nec oppilaverunt loca occulta
37 dicentes moriamur omnes in simplicitate nostra
et testes erunt super nos caelum et terra quod iniuste perditis nos
38 et intulerunt eis bellum sabbatis
et mortui sunt ipsi et uxores eorum
et filii eorum et pecora eorum usque ad mille animas hominum
39 et cognovit Matthathias et amici eius
et luctum habuerunt super eos valde
40 et dixit vir proximo suo
si omnes fecerimus sicut fratres nostri fecerunt
et non pugnaverimus adversus gentes
pro animabus nostris et iustificationibus nostris
citius disperdent nos a terra
41 et cogitaverunt in illa die dicentes
omnis homo quicumque venerit ad nos in bello die sabbatorum
pugnemus adversus eum et non moriemur omnes
sicut mortui sunt fratres nostri in occultis
42 tunc congregata est ad eos synagoga Asideorum fortis viribus ex Israhel
omnis voluntarius in lege
43 et omnes qui fugiebant a malis additi sunt ad eos
et facti sunt illis ad firmamentum
44 et collegerunt exercitum et percusserunt peccatores in ira sua
et viros iniquos in indignatione sua
et ceteri fugerunt ad nationes ut evaderent
45 et circuivit Matthathias et amici eius
et destruxerunt aras
46 et circumciderunt pueros incircumcisos
quotquot invenerunt in finibus Israhel in fortitudine
47 et persecuti sunt filios superbiae
et prosperatum est opus in manu eorum
48 et obtinuerunt legem de manibus gentium et de manibus regum
et non dederunt cornu peccatori
49 et adpropinquaverunt dies Matthathiae moriendi
et dixit filiis suis nunc confortata est superbia et castigatio
et tempus eversionis et ira indignationis
50 nunc ergo o filii aemulatores estote legis
et date animas vestras pro testamento patrum
51 et mementote operum patrum quae fecerunt in generationibus suis
et accipietis gloriam magnam et nomen aeternum
52 Abraham nonne in temptatione inventus est fidelis
et reputatum est ei ad iustitiam
53 Ioseph in tempore angustiae suae custodivit mandatum
et factus est dominus Aegypti
54 Finees pater noster zelando zelum Dei
accepit testamentum sacerdotii aeterni
55 Iesus dum implet verbum
factus est dux Israhel
56 Chaleb dum testificatur in ecclesia accepit hereditatem
57 David in sua misericordia consecutus est sedem regni in saecula
58 Helias dum zelat zelum legis receptus est in caelum
59 Ananias Azarias Misahel credentes liberati sunt de
flamma
60 Danihel in sua simplicitate liberatus est de ore leonum
61 et ita cogitate per generationem et generationem
quia omnes qui sperant in eum non infirmantur
62 et a verbis viri peccatoris non timueritis
quia gloria eius stercus et vermis est
63 hodie extollitur et cras non invenietur
quia conversus est in terram suam et cogitatio eius periet
64 vos ergo filii confortamini et viriliter agite in lege
quia in ipsa gloriosi eritis
65 et ecce Simeon frater vester scio quod vir consilii est
ipsum audite semper et ipse vobis erit pater
66 et Iudas Macchabeus fortis viribus a iuventute sua
sit vobis princeps militiae et ipse aget bellum populi
67 et vos adducetis ad vos omnes factores legis
et vindicate vindictam populi vestri
68 et retribuite retributionem gentibus
et intendite in praeceptum legis
69 et benedixit eos et adpositus est ad patres suos
70 et defunctus est centesimo et quadragesimo et sexto anno
et sepultus est a filiis suis in sepulchris patrum suorum in Modin
et planxerunt eum omnis Israhel planctu magno