1 Καὶ ἐγένετο ἐν τῷ συντελέσαι Σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ μετὰ εἴκοσι ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμων πάντας τοὺς πρεσβυτέρους Ισραηλ ἐν Σιων τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ (αὕτη ἐστὶν Σιων) 2 ἐν μηνὶ Αθανιν. 3 καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν 4 καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου, 5 καὶ ὁ βασιλεὺς καὶ πᾶς Ισραηλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα. 6 καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν χερουβιν· 7 ὅτι τὰ χερουβιν διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν, 8 καὶ ὑπερεῖχον τὰ ἡγιασμένα, καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ καὶ οὐκ ὠπτάνοντο ἔξω. 9 οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωυσῆς ἐν Χωρηβ, ἃ διέθετο κύριος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 10 καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη ἔπλησεν τὸν οἶκον· 11 καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον.
14 Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα Ισραηλ, καὶ πᾶσα ἐκκλησία Ισραηλ εἱστήκει. 15 καὶ εἶπεν Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ σήμερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων 16 Ἀφ᾽ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ισραηλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ισραηλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ εἶναι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην τὸν Δαυιδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν Ισραηλ. 17 καὶ ἐγένετο ἐπὶ τῆς καρδίας Δαυιδ τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ. 18 καὶ εἶπεν κύριος πρὸς Δαυιδ τὸν πατέρα μου Ἀνθ᾽ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου· 19 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλ᾽ ἣ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. 20 καὶ ἀνέστησεν κύριος τὸ ῥῆμα αὐτοῦ, ὃ ἐλάλησεν, καὶ ἀνέστην ἀντὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου Ισραηλ, καθὼς ἐλάλησεν κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ. 21 καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη κυρίου, ἣν διέθετο κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
22 Καὶ ἔστη Σαλωμων κατὰ πρόσωπον τοῦ θυσιαστηρίου κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν 23 καὶ εἶπεν Κύριε ὁ θεὸς Ισραηλ, οὐκ ἔστιν ὡς σὺ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ, 24 ἃ ἐφύλαξας τῷ δούλῳ σου Δαυιδ τῷ πατρί μου καὶ ἐλάλησας ἐν τῷ στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη. 25 καὶ νῦν, κύριε ὁ θεὸς Ισραηλ, φύλαξον τῷ δούλῳ σου τῷ Δαυιδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων Οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ισραηλ, πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ. 26 καὶ νῦν, κύριε ὁ θεὸς Ισραηλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ Δαυιδ τῷ πατρί μου. 27 ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου; 28 καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, κύριε ὁ θεὸς Ισραηλ, ἀκούειν τῆς τέρψεως, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον, 29 τοῦ εἶναι ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας Ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. 30 καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ισραηλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ. — 31 ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπ᾽ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτόν, καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ, 32 καὶ σὺ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου Ισραηλ ἀνομηθῆναι ἄνομον δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ. — 33 ἐν τῷ πταῖσαι τὸν λαόν σου Ισραηλ ἐνώπιον ἐχθρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσιν καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτῳ, 34 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν. — 35 ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν, ὅταν ταπεινώσῃς αὐτούς, 36 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ισραηλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτῇ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν, ἣν ἔδωκας τῷ λαῷ σου ἐν κληρονομίᾳ. — 37 λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῶν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πᾶν πόνον, 38 πᾶσαν προσευχήν, πᾶσαν δέησιν, ἐὰν γένηται παντὶ ἀνθρώπῳ, ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον, 39 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων, 40 ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν. — 41 καὶ τῷ ἀλλοτρίῳ, ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σου οὗτος, 42 καὶ ἥξουσιν καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον, 43 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τὸ ὄνομά σου καὶ φοβῶνταί σε καθὼς ὁ λαός σου Ισραηλ καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα. — 44 ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι κυρίου ὁδὸν τῆς πόλεως, ἧς ἐξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου, 45 καὶ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς. — 46 ὅτι ἁμαρτήσονταί σοι — ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται — καὶ ἐπάξεις ἐπ᾽ αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν καὶ αἰχμαλωτιοῦσιν αὐτοὺς οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς, 47 καὶ ἐπιστρέψουσιν καρδίας αὐτῶν ἐν τῇ γῇ, οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψωσιν καὶ δεηθῶσίν σου ἐν γῇ μετοικίας αὐτῶν λέγοντες Ἡμάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν, 48 καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν, οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου, 49 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου 50 καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν, αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς, καὶ οἰκτιρήσουσιν αὐτούς· 51 ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου. 52 καὶ ἔστωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ἠνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου Ισραηλ εἰσακούειν αὐτῶν ἐν πᾶσιν, οἷς ἂν ἐπικαλέσωνταί σε, 53 ὅτι σὺ διέστειλας αὐτοὺς σαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, κύριε κύριε.
53a Τότε ἐλάλησεν Σαλωμων ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσεν τοῦ οἰκοδομῆσαι αὐτόν
Ἥλιον ἐγνώρισεν ἐν οὐρανῷ κύριος,
εἶπεν τοῦ κατοικεῖν ἐν γνόφῳ
Οἰκοδόμησον οἶκόν μου, οἶκον ἐκπρεπῆ σαυτῷ,
τοῦ κατοικεῖν ἐπὶ καινότητος.
οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς;
54 Καὶ ἐγένετο ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος πρὸς κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν. 55 καὶ ἔστη καὶ εὐλόγησεν πᾶσαν ἐκκλησίαν Ισραηλ φωνῇ μεγάλῃ λέγων 56 Εὐλογητὸς κύριος σήμερον, ὃς ἔδωκεν κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ισραηλ κατὰ πάντα, ὅσα ἐλάλησεν· οὐ διεφώνησεν λόγος εἷς ἐν πᾶσιν τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς, οἷς ἐλάλησεν ἐν χειρὶ Μωυσῆ δούλου αὐτοῦ. 57 γένοιτο κύριος ὁ θεὸς ἡμῶν μεθ᾽ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς 58 ἐπικλῖναι καρδίας ἡμῶν πρὸς αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν. 59 καὶ ἔστωσαν οἱ λόγοι οὗτοι, οὓς δεδέημαι ἐνώπιον κυρίου θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς κύριον θεὸν ἡμῶν ἡμέρας καὶ νυκτὸς τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου καὶ τὸ δικαίωμα λαοῦ σου Ισραηλ ῥῆμα ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, 60 ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς ὅτι κύριος ὁ θεός, αὐτὸς θεὸς καὶ οὐκ ἔστιν ἔτι. 61 καὶ ἔστωσαν αἱ καρδίαι ἡμῶν τέλειαι πρὸς κύριον θεὸν ἡμῶν καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ φυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη.
62 Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἔθυσαν θυσίαν ἐνώπιον κυρίου. 63 καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμων τὰς θυσίας τῶν εἰρηνικῶν, ἃς ἔθυσεν τῷ κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισεν τὸν οἶκον κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ. 64 τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον κυρίου μικρὸν τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν. 65 καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ημαθ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας. 66 καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλεν τὸν λαὸν καὶ εὐλόγησεν αὐτόν, καὶ ἀπῆλθον ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἐποίησεν κύριος τῷ Δαυιδ δούλῳ αὐτοῦ καὶ τῷ Ισραηλ λαῷ αὐτοῦ.
1 tunc congregavit omnes maiores natu Israhel
cum principibus tribuum
et duces familiarum filiorum Israhel
ad regem Salomonem in Hierusalem
ut deferrent arcam foederis Domini de civitate David id est de Sion
2 convenitque ad regem Salomonem universus Israhel
in mense hethanim in sollemni die ipse est mensis septimus
3 veneruntque cuncti senes ex Israhel
et tulerunt sacerdotes arcam
4 et portaverunt arcam Domini et tabernaculum foederis
et omnia vasa sanctuarii quae erant in tabernaculo
et ferebant ea sacerdotes et Levitae
5 rex autem Salomon
et omnis multitudo Israhel quae convenerat ad eum
gradiebatur cum illo ante arcam
et immolabant oves et boves absque aestimatione et numero
6 et intulerunt sacerdotes arcam foederis Domini in locum suum
in oraculum templi in sanctum sanctorum subter alas cherubin
7 siquidem cherubin expandebant alas super locum arcae
et protegebant arcam et vectes eius desuper
8 cumque eminerent vectes
et apparerent summitates eorum foris sanctuarium ante oraculum
non apparebant ultra extrinsecus
qui et fuerunt ibi usque in praesentem diem
9 in arca autem non est aliud nisi duae tabulae lapideae
quas posuerat in ea Moses in Horeb
quando pepigit foedus Dominus cum filiis Israhel
cum egrederentur de terra Aegypti
10 factum est autem cum exissent sacerdotes de sanctuario
nebula implevit domum Domini
11 et non poterant sacerdotes stare et ministrare propter nebulam
impleverat enim gloria Domini domum Domini
12 tunc ait Salomon Dominus dixit ut habitaret in nebula
13 aedificans aedificavi domum in habitaculum tuum
firmissimum solium tuum in sempiternum
14 convertitque rex faciem suam et benedixit omni ecclesiae Israhel
omnis enim ecclesia Israhel stabat
15 et ait
benedictus Dominus Deus Israhel
qui locutus est ore suo ad David patrem meum
et in manibus eius perfecit dicens
16 a die qua eduxi populum meum Israhel de Aegypto
non elegi civitatem de universis tribubus Israhel
ut aedificaretur domus et esset nomen meum ibi
sed elegi David ut esset super populum meum Israhel
17 voluitque David pater meus aedificare domum nomini Domini
Dei Israhel
18 et ait Dominus ad David patrem meum
quod cogitasti in corde tuo aedificare domum nomini meo
bene fecisti hoc ipsum mente tractans
19 verumtamen tu non aedificabis domum
sed filius tuus qui egredietur de renibus tuis
ipse aedificabit domum nomini meo
20 confirmavit Dominus sermonem suum quem locutus est
stetique pro David patre meo
et sedi super thronum Israhel sicut locutus est Dominus
et aedificavi domum nomini Domini Dei Israhel
21 et constitui ibi locum arcae in qua foedus est Domini
quod percussit cum patribus nostris
quando egressi sunt de terra Aegypti
22 stetit autem Salomon ante altare Domini in conspectu ecclesiae Israhel
et expandit manus suas in caelum
23 et ait
Domine Deus Israhel non est similis tui Deus
in caelo desuper et super terra deorsum
qui custodis pactum et misericordiam servis tuis
qui ambulant coram te in toto corde suo
24 qui custodisti servo tuo David patri meo quae locutus es ei
ore locutus es et manibus perfecisti ut et haec dies
probat
25 nunc igitur Domine Deus Israhel
conserva famulo tuo David patri meo quae locutus es ei dicens
non auferetur de te vir coram me qui sedeat super thronum Israhel
ita tamen si custodierint filii tui viam suam
ut ambulent coram me sicut tu ambulasti in conspectu meo
26 et nunc Deus Israhel firmentur verba tua
quae locutus es servo tuo David patri meo
27 ergone putandum est quod vere Deus habitet super terram
si enim caelum et caeli caelorum te capere non possunt
quanto magis domus haec quam aedificavi
28 sed respice ad orationem servi tui
et ad preces eius Domine Deus meus
audi hymnum et orationem
quam servus tuus orat coram te hodie
29 ut sint oculi tui aperti super domum hanc nocte et die
super domum de qua dixisti erit nomen meum ibi
ut exaudias orationem
qua orat te servus tuus in loco isto
30 ut exaudias deprecationem servi tui et populi tui Israhel
quodcumque oraverint in loco isto
et exaudies in loco habitaculi tui in caelo
et cum exaudieris propitius eris
31 si peccaverit homo in proximum suum
et habuerit aliquod iuramentum quo teneatur adstrictus
et venerit propter iuramentum coram altari tuo in domum
tuam
32 tu exaudies in caelo et facies et iudicabis servos tuos
condemnans impium et reddens viam suam super caput eius
iustificansque iustum et retribuens ei secundum iustitiam suam
33 si fugerit populus tuus Israhel inimicos suos
quia peccaturus est tibi
et agentes paenitentiam et confitentes nomini tuo
venerint et oraverint et deprecati te fuerint in domo hac
34 exaudi in caelo et dimitte peccatum populi tui Israhel
et reduces eos in terram quam dedisti patribus eorum
35 si clausum fuerit caelum et non pluerit propter peccata eorum
et orantes in loco isto paenitentiam egerint nomini tuo
et a peccatis suis conversi fuerint propter adflictionem suam
36 exaudi eos in caelo
et dimitte peccata servorum tuorum et populi tui Israhel
et ostende eis viam bonam per quam ambulent
et da pluviam super terram tuam
quam dedisti populo tuo in possessionem
37 fames si oborta fuerit in terra aut pestilentia aut corruptus aer
aurugo lucusta
rubigo et adflixerit eum
et inimicus eius portas obsidens
omnis plaga universa infirmitas
38 cuncta devotatio et inprecatio
quae acciderit omni homini de populo tuo Israhel
si quis cognoverit plagam cordis sui
et expanderit manus suas in domo hac
39 tu audies in caelo in loco habitationis
tuae
et repropitiaberis et facies
ut des unicuique secundum omnes vias suas sicut videris cor eius
quia tu nosti solus cor omnium filiorum hominum
40 ut timeant te cunctis diebus quibus vivunt super faciem terrae
quam dedisti patribus nostris
41 insuper et alienigena qui non est de populo tuo Israhel
cum venerit de terra longinqua propter nomen tuum
audietur enim nomen tuum magnum
et manus tua fortis et brachium tuum
42 extentum ubique
cum venerit ergo et oraverit in loco hoc
43 tu exaudies in caelo in firmamento habitaculi tui
et facies omnia pro quibus invocaverit te alienigena
ut discant universi populi terrarum nomen tuum timere
sicut populus tuus Israhel
et probent quia nomen tuum invocatum est super domum hanc quam
aedificavi
44 si egressus fuerit populus tuus ad bellum contra inimicos suos
per viam quocumque miseris eos
orabunt te contra viam civitatis quam elegisti
et contra domum quam aedificavi nomini tuo
45 et exaudies in caelo orationem eorum et preces eorum
et facies iudicium eorum
46 quod si peccaverint tibi
non est enim homo qui non peccet
et iratus tradideris eos inimicis suis
et capti ducti fuerint in terram inimicorum
longe vel prope
47 et egerint paenitentiam in corde suo in loco captivitatis
et conversi deprecati te fuerint in captivitate sua dicentes
peccavimus inique egimus impie gessimus
48 et reversi fuerint ad te in universo corde suo et tota anima
sua
in terra inimicorum suorum ad quam captivi ducti sunt
et oraverint te contra viam terrae suae quam dedisti patribus eorum
et civitatis quam elegisti et templi quod aedificavi nomini tuo
49 exaudies in caelo in firmamento solii tui orationem eorum et
preces
et facies iudicium eorum
50 et propitiaberis populo tuo qui peccavit tibi
et omnibus iniquitatibus eorum quibus praevaricati sunt in te
et dabis misericordiam coram eis qui eos captivos habuerint
ut misereantur eis
51 populus enim tuus est et hereditas tua
quos eduxisti de terra Aegypti de medio fornacis ferreae
52 ut sint oculi tui aperti ad deprecationem servi tui et populi tui
Israhel
et exaudias eos in universis pro quibus invocaverint te
53 tu enim separasti eos tibi in hereditatem de universis populis terrae
sicut locutus es per Mosen servum tuum
quando eduxisti patres nostros de Aegypto Domine Deus
54 factum est autem cum conplesset Salomon
orans Dominum omnem orationem et deprecationem hanc
surrexit de conspectu altaris Domini
utrumque enim genu in terram fixerat
et manus expanderat ad caelum
55 stetit ergo et benedixit omni ecclesiae Israhel voce magna dicens
56 benedictus Dominus qui dedit requiem populo suo Israhel
iuxta omnia quae locutus est
non cecidit ne unus quidem sermo ex omnibus bonis
quae locutus est per Mosen servum suum
57 sit Dominus Deus noster nobiscum sicut fuit cum patribus nostris
non derelinquens nos neque proiciens
58 sed inclinet corda nostra ad se ut ambulemus in universis viis eius
et custodiamus mandata eius et caerimonias et iudicia
quaecumque mandavit patribus nostris
59 et sint sermones mei isti quibus deprecatus sum coram Domino
adpropinquantes Domino Deo nostro die et nocte
ut faciat iudicium servo suo et populo suo Israhel per singulos dies
60 et sciant omnes populi terrae quia Dominus ipse est Deus
et non est ultra absque eo
61 sit quoque cor nostrum perfectum cum Domino Deo nostro
ut ambulemus in decretis eius
et custodiamus mandata eius sicut et hodie
62 igitur rex et omnis Israhel cum eo
immolabant victimas coram Domino
63 mactavitque Salomon hostias pacificas quas immolavit Domino
boum viginti duo milia ovium centum viginti milia
et dedicaverunt templum Domini rex et filii Israhel
64 in die illa sanctificavit rex medium atrii
quod erat ante domum Domini
fecit quippe ibi holocaustum
et sacrificium et adipem pacificorum
quia altare aereum quod erat coram Domino
minus erat
et capere non poterat holocausta
et sacrificium et adipem pacificorum
65 fecit ergo Salomon in tempore illo festivitatem celebrem
et omnis Israhel cum eo multitudo magna
ab introitu Emath usque ad rivum Aegypti coram Domino Deo nostro
septem diebus et septem diebus id est quattuordecim diebus
66 et in die octava dimisit populos
qui benedicentes regi profecti sunt in tabernacula sua
laetantes et alacri corde super omnibus bonis
quae fecerat Dominus David servo suo et Israhel populo suo