1 Καὶ ἐκάθισεν τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ισραηλ. 2 καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ. 3 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμαθ Γαλααδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας; 4 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἀναβήσῃ μεθ᾽ ἡμῶν εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον; καὶ εἶπεν Ιωσαφατ Καθὼς ἐγὼ οὕτως καὶ σύ, καθὼς ὁ λαός μου ὁ λαός σου, καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου. 5 καὶ εἶπεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ Ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον. 6 καὶ συνήθροισεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Εἰ πορευθῶ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ διδοὺς δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως. 7 καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπερωτήσομεν τὸν κύριον δι᾽ αὐτοῦ; 8 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἔτι ἔστιν ἀνὴρ εἷς τοῦ ἐπερωτῆσαι τὸν κύριον δι᾽ αὐτοῦ, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά, ἀλλ᾽ ἢ κακά, Μιχαιας υἱὸς Ιεμλα. καὶ εἶπεν Ιωσαφατ βασιλεὺς Ιουδα Μὴ λεγέτω ὁ βασιλεὺς οὕτως. 9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μιχαιαν υἱὸν Ιεμλα. 10 καὶ ὁ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν. 11 καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως συντελεσθῇ. 12 καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ρεμμαθ Γαλααδ, καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας. 13 καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ δὴ λαλοῦσιν πάντες οἱ προφῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά. 14 καὶ εἶπεν Μιχαιας Ζῇ κύριος ὅτι ἃ ἂν εἴπῃ κύριος πρός με, ταῦτα λαλήσω. 15 καὶ ἦλθεν πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια, εἰ ἀναβῶ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χεῖρα τοῦ βασιλέως. 16 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι κυρίου; 17 καὶ εἶπεν Μιχαιας Οὐχ οὕτως· ἑώρακα πάντα τὸν Ισραηλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον, ᾧ οὐκ ἔστιν ποιμήν, καὶ εἶπεν κύριος Οὐ κύριος τούτοις, ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ. 18 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα Οὐκ εἶπα πρὸς σέ Οὐ προφητεύει οὗτός μοι καλά, διότι ἀλλ᾽ ἢ κακά; 19 καὶ εἶπεν Μιχαιας Οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ῥῆμα κυρίου, οὐχ οὕτως· εἶδον τὸν κύριον θεὸν Ισραηλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ. 20 καὶ εἶπεν κύριος Τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ρεμμαθ Γαλααδ; καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος οὕτως. 21 καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν κύριος Ἐν τίνι; 22 καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν Ἀπατήσεις καί γε δυνήσει, ἔξελθε καὶ ποίησον οὕτως. 23 καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. 24 καὶ προσῆλθεν Σεδεκιου υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν Ποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί; 25 καὶ εἶπεν Μιχαιας Ἰδοὺ σὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμιεῖον τοῦ ταμιείου τοῦ κρυβῆναι. 26 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ Λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Εμηρ τὸν ἄρχοντα τῆς πόλεως· καὶ τῷ Ιωας υἱῷ τοῦ βασιλέως 27 εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. 28 καὶ εἶπεν Μιχαιας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί.
29 Καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα μετ᾽ αὐτοῦ εἰς Ρεμμαθ Γαλααδ. 30 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα Συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο ὁ βασιλεὺς Ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. 31 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶν λέγων Μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν ἀλλ᾽ ἢ τὸν βασιλέα Ισραηλ μονώτατον. 32 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαφατ βασιλέα Ιουδα, καὶ αὐτοὶ εἶπον Φαίνεται βασιλεὺς Ισραηλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι, καὶ ἀνέκραξεν Ιωσαφατ. 33 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ισραηλ οὗτος, καὶ ἀπέστρεψαν ἀπ᾽ αὐτοῦ. 34 καὶ ἐνέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπεν τῷ ἡνιόχῳ αὐτοῦ Ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι. 35 καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωὶ ἕως ἑσπέρας καὶ ἀπέχυννε τὸ αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος. 36 καὶ ἔστη ὁ στρατοκῆρυξ δύνοντος τοῦ ἡλίου λέγων Ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν, 37 ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ. 38 καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν. 39 καὶ τὰ λοιπὰ τῶν λόγων Αχααβ καὶ πάντα, ἃ ἐποίησεν, καὶ οἶκον ἐλεφάντινον, ὃν ᾠκοδόμησεν, καὶ πάσας τὰς πόλεις, ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; 40 καὶ ἐκοιμήθη Αχααβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
41 Καὶ Ιωσαφατ υἱὸς Ασα ἐβασίλευσεν ἐπὶ Ιουδα. ἔτει τετάρτῳ τῷ Αχααβ βασιλέως Ισραηλ ἐβασίλευσεν. 42 Ιωσαφατ υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα θυγάτηρ Σελεϊ. 43 καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾽ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου· 44 πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. 45 καὶ εἰρήνευσεν Ιωσαφατ μετὰ βασιλέως Ισραηλ. 46 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωσαφατ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα; 51 καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.
52 Καὶ Οχοζιας υἱὸς Αχααβ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ Ιωσαφατ βασιλεῖ Ιουδα· καὶ ἐβασίλευσεν ἐν Ισραηλ ἔτη δύο. 53 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ Αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ιεζαβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. 54 καὶ ἐδούλευσεν τοῖς Βααλιμ καὶ προσεκύνησεν αὐτοῖς καὶ παρώργισεν τὸν κύριον θεὸν Ισραηλ κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ.
1 transierunt igitur tres anni absque bello inter Syriam et Israhel
2 in anno autem tertio descendit Iosaphat rex Iuda ad regem Israhel
3 dixitque rex Israhel ad servos suos
ignoratis quod nostra sit Ramoth Galaad
et neglegimus tollere eam de manu regis Syriae
4 et ait ad Iosaphat
veniesne mecum ad proeliandum in Ramoth Galaad
5 dixitque Iosaphat ad regem Israhel sicut ego sum ita et tu
populus meus et populus tuus unum sunt
et equites mei et equites tui
dixitque Iosaphat ad regem Israhel
quaere oro te hodie sermonem Domini
6 congregavit ergo rex Israhel prophetas quadringentos circiter viros
et ait ad eos ire debeo in Ramoth Galaad ad bellandum an quiescere
qui responderunt ascende et dabit Dominus in manu regis
7 dixit autem Iosaphat
non est hic propheta Domini quispiam ut interrogemus per eum
8 et ait rex Israhel ad Iosaphat
remansit vir unus per quem possimus interrogare Dominum
sed ego odi eum quia non prophetat mihi bonum sed malum
Micheas filius Hiemla
cui Iosaphat ait ne loquaris ita rex
9 vocavit ergo rex Israhel eunuchum quendam et dixit ei
festina adducere Micheam filium Hiemla
10 rex autem Israhel et Iosaphat rex Iuda sedebat
unusquisque in solio suo
vestiti cultu regio in area iuxta ostium portae Samariae
et universi prophetae prophetabant in conspectu eorum
11 fecit quoque sibi Sedecias filius Chanaan
cornua ferrea et ait
haec dicit Dominus his ventilabis Syriam donec deleas eam
12 omnesque prophetae similiter prophetabant dicentes
ascende in Ramoth Galaad et vade prospere
et tradet Dominus in manu regis
13 nuntius vero qui ierat ut vocaret Micheam
locutus est ad eum dicens
ecce sermones prophetarum ore uno bona regi praedicant
sit ergo et sermo tuus similis eorum et loquere bona
14 cui Micheas ait
vivit Dominus quia quodcumque dixerit mihi Dominus hoc loquar
15 venit itaque ad regem et ait illi rex
Michea ire debemus in Ramoth Galaad ad proeliandum an cessare
cui ille respondit ascende et vade prospere
et tradet Dominus in manu regis
16 dixit autem rex ad eum iterum atque iterum adiuro te
ut non loquaris mihi nisi quod verum est in nomine Domini
17 et ille ait vidi cunctum Israhel dispersum in montibus
quasi oves non habentes pastorem
et ait Dominus non habent dominum isti
revertatur unusquisque in domum suam in pace
18 dixit ergo rex Israhel ad Iosaphat
numquid non dixi tibi quia non prophetat mihi bonum
sed semper malum
19 ille vero addens ait propterea audi sermonem Domini
vidi Dominum sedentem super solium suum
et omnem exercitum caeli adsistentem ei a dextris et a sinistris
20 et ait Dominus quis decipiet Ahab regem Israhel
ut ascendat et cadat in Ramoth Galaad
et dixit unus verba huiuscemodi et alius aliter
21 egressus est autem spiritus et stetit coram Domino et ait
ego decipiam illum
cui locutus est Dominus in quo
22 et ille ait egrediar
et ero spiritus mendax in ore omnium prophetarum eius
et dixit Dominus decipies et praevalebis egredere et fac ita
23 nunc igitur ecce dedit Dominus spiritum mendacii
in ore omnium prophetarum tuorum qui hic sunt
et Dominus locutus est contra te malum
24 accessit autem Sedecias filius Chanaan
et percussit Micheam in maxillam et dixit
mene ergo dimisit spiritus Domini et locutus est tibi
25 et ait Micheas visurus es in die illa
quando ingredieris cubiculum intra cubiculum ut abscondaris
26 et ait rex Israhel tollite Micheam
et maneat apud Amon principem civitatis
et apud Ioas filium Ammelech
27 et dicite eis haec dicit rex mittite virum istum in carcerem
et sustentate eum pane tribulationis et aqua
angustiae
donec revertar in pace
28 dixitque Micheas
si reversus fueris in pace non est locutus Dominus in me
et ait audite populi omnes
29 ascendit itaque rex Israhel et Iosaphat rex Iuda in Ramoth Galaad
30 dixitque rex Israhel ad Iosaphat
sume arma et ingredere proelium et induere vestibus tuis
porro rex Israhel mutavit habitum et ingressus est bellum
31 rex autem Syriae praeceperat principibus curruum triginta duobus dicens
non pugnabitis contra minorem et maiorem quempiam
nisi contra regem Israhel solum
32 cum ergo vidissent principes curruum Iosaphat
suspicati sunt quod ipse esset rex Israhel
et impetu facto pugnabant contra eum et exclamavit Iosaphat
33 intellexeruntque principes curruum quod non esset rex Israhel
et cessaverunt ab eo
34 unus autem quidam tetendit arcum in incertum sagittam
dirigens
et casu percussit regem Israhel inter pulmonem et stomachum
at ille dixit aurigae suo
verte manum tuam et eice me de exercitu
quia graviter vulneratus sum
35 commissum est ergo proelium in die illa
et rex Israhel stabat in curru suo contra Syros
et mortuus est vesperi
fluebat autem sanguis plagae in sinum currus
36 et praeco personuit in universo exercitu antequam sol
occumberet
dicens unusquisque revertatur in civitatem et in terram suam
37 mortuus est autem rex et perlatus est Samariam
sepelieruntque regem in Samaria
38 et laverunt currum in piscina Samariae
et linxerunt canes sanguinem eius
et habenas laverunt iuxta verbum Domini quod locutus fuerat
39 reliqua vero sermonum Ahab et universa quae fecit
et domus eburneae quam aedificavit
cunctarumque urbium quas extruxit
nonne scripta sunt haec
in libro verborum dierum regum Israhel
40 dormivit ergo Ahab cum patribus suis
et regnavit Ohozias filius eius pro eo
41 Iosaphat filius Asa regnare coeperat super Iudam
anno quarto Ahab regis Israhel
42 triginta quinque annorum erat cum regnare coepisset
et viginti et quinque annos regnavit in Hierusalem
nomen matris eius Azuba filia Salai
43 et ambulavit in omni via Asa patris sui et non declinavit ex ea
fecitque quod rectum est in conspectu Domini
44 verumtamen excelsa non abstulit
adhuc enim populus sacrificabat et adolebat incensum in excelsis
45 pacemque habuit Iosaphat cum rege Israhel
46 reliqua autem verborum Iosaphat
et opera eius quae gessit et proelia
nonne haec scripta sunt in libro verborum dierum regum Iuda
47 sed et reliquias effeminatorum qui remanserant in diebus Asa patris eius
abstulit de terra
48 nec erat tunc rex constitutus in Edom
49 rex vero Iosaphat fecerat classes in mari
quae navigarent in Ophir propter aurum
et ire non potuerunt quia confractae sunt in Asiongaber
50 tunc ait Ohozias filius Ahab ad Iosaphat
vadant servi mei cum servis tuis in navibus
et noluit Iosaphat
51 dormivitque cum patribus suis
et sepultus est cum eis in civitate David patris sui
regnavitque Ioram filius eius pro eo
52 Ohozias autem filius Ahab regnare coeperat super Israhel in Samaria
anno septimodecimo Iosaphat regis Iuda
regnavitque super Israhel duobus annis
53 et fecit malum in conspectu Domini
et ambulavit in via patris sui et matris suae
et in via Hieroboam filii Nabath qui peccare fecit Israhel
54 servivit quoque Baal et adoravit eum
et inritavit Dominum Deum Israhel
iuxta omnia quae fecerat pater eius