1 Ψαλμὸς εἰς ἐξομολόγησιν.
Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ,
2 δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ,
εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
3 γνῶτε ὅτι κύριος, αὐτός ἐστιν ὁ θεός,
αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς,
λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.
4 εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,
εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις·
ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ,
5 ὅτι χρηστὸς κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.