1 Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός.
2 Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας,
ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως,
3 ὅτι κύριος ὕψιστος φοβερός,
βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
4 ὑπέταξεν λαοὺς ἡμῖν
καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,
τὴν καλλονὴν Ιακωβ, ἣν ἠγάπησεν.
διάψαλμα.
6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ,
κύριος ἐν φωνῇ σάλπιγγος.
7 ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε,
ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,
8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός,
ψάλατε συνετῶς.
9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη,
ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
10 ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Αβρααμ,
ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς, σφόδρα ἐπήρθησαν.