Τῷ Σαλωμων· ἐπιστροφῆς.
1 Μὴ ἀποσκηνώσῃς ἀφ᾽ ἡμῶν, ὁ θεός,
ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἳ ἐμίσησαν ἡμᾶς δωρεάν.
2 ὅτι ἀπώσω αὐτούς, ὁ θεός·
μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιάσματός σου.
3 σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς
καὶ μὴ δῷς ἔθνεσιν.
4 ἐὰν γὰρ ἀποστείλῃς θάνατον,
σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν·
5 ὅτι σὺ ἐλεήμων
καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς.
6 Ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα,
καὶ οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος.
7 ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν,
καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν.
8 ὅτι σὺ οἰκτιρήσεις τὸ γένος Ισραηλ εἰς τὸν αἰῶνα καὶ οὐκ ἀπώσῃ.
9 καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα
καὶ μάστιγα παιδείας σου.
10 κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεώς σου
τοῦ ἐλεῆσαι τὸν οἶκον Ιακωβ εἰς ἡμέραν ἐν ᾗ ἐπηγγείλω αὐτοῖς.